Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ οἱ ἀνομοῦντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθρήμασιν· καὶ λαὸς γινώσκοντες θεὸν αὐτοῦ κατισχύσουσιν καὶ ποιήσουσιν,

καὶ οἱ συνετοὶ τοῦ λαοῦ συνήσουσιν εἰς πολλά, καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογὶ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν.

καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθηθήσονται βοήθειαν μικράν, καὶ προστεθῇσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθρήμασιν.

καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσιν τοῦ πυρῶσαι αὐτοὺς καὶ τοῦ ἐκλέξασθαι καὶ τοῦ ἀποκαλυφθῆναι ἕως καιροῦ πέρας· ὅτι ἔτι εἰς καιρόν.

καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ· καὶ ὑψωθήσεται ὁ βασιλεὺς καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεόν, καὶ λαλήσει ὑπέρογκα, καὶ κατευθυνεῖ μέχρις οὗ συντελεσθῇ ἡ ὀργή· εἰς γὰρ συντέλειαν γίνεται.

καὶ ἐπὶ παντὸς θεοῦ τῶν πατέρων αὐτοῦ οὐ συνήσει, καὶ ἐπιθυμίᾳ γυναικῶν, καὶ ἐπὶ πᾶν θεὸν οὐ συνήσει· ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται.

καὶ θεὸν μαωζεὶν ἐπὶ τόπου αὐτοῦ δοξάσει, καὶ θεὸν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ δοξάσει ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ καὶ ἐν ἐπιθυμήμασιν.

καὶ ποιήσει τοῖς ὀχυρώμασιν [*](29 και η εσχατη] και ως η εσχ. AQmg om Q* 30 εν] pr οι AQ οι AQ εκπορ.] pr και AQ Κιτιοι] pr Χεττιειμ Q* (improb Q?) καταλειποντας AQa 31 και 1⁰] pr και βραχιονες AQ αναστησοται ??* (- σονται Bᵃᵇ) βεβηλωσουσι Qᵃ δυναστειας (-τιας Q* )] δυναμεως A μεταστησουσι Qa ενδελεχισμον] ενδελεχιστον A δωσουσι Qᵃ 32 οι] λαοι A επαξουσιν] εξαξουσιν A ολισθρημασιν] ολισθημασιν AQ* (-σι Qᵃ): item 34 γινωσκων A κατισχυ- σουσι, ποιησουσι Qᵃ 33 του λαου] λαου μου A λαου om εν 1⁰ Q* (superscr Qᵃ) φλογι] πυρι Q* (φλογει Qmg corr -γι) 34 βοηθησονται Q* (βοηθηθησ. Qᵃ) βοηθιαν Q* προς] επ AQ 35 ασθενησουσι Qa om και 2⁰ A 36 υψωθησεται ο βασιλευς κ. μεγαλυνθησεται] υψ . και μεγ. ο βασ. A ο βασ. υψ. κ. μεγ. Q θεον] + και επι τον θν των θεων AQ μεχρις του ??* (μ. ου Bᵇ) συντελιαν Q* 37 παντος θεου] παντας θεους BᵃᵇAQ om ου 1⁰ A επιθυμια] επιθυμιαν A επι επιθυμιαν Q παν] παντα AQ 38 μα- ωζει A δοξασει 1⁰] pr ου A εγνωσαν] ηδεισαν Q χρυσιω AQ αργυριω Q επιθυμημασι Qᵃ 39 οχυρωμασι BQ )

573
τῶν καταφυγῶν μετὰ θεοῦ ἀλλοτρίου, καὶ πληθυνεῖ δόξαν, καὶ ὑπὸτάξει [*](B) αὐτοῖς πολλούς, καὶ γῆν διελεῖ ἐν δώροις.

καὶ ἐν καιροῦ πέρατι συνκερατισθήσεται μετὰ τοῦ βασιλέως τοῦ νότου, καὶ συναχθήσεται ἐπʼ αὐτὸν ὁ βασιλεὺς ὁ τοῦ βορρᾶ ἐν ἅρμασιν καὶ ἱππεῦσιν καὶ ἐν ναυσὶν πολλαῖς, καὶ εἰσελεύσονται εἰς τὴν γῆν καὶ συντρίψει καὶ παρελεύσεται.