Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπεν ¶ Δανιὴλ πρὸς Ἀμελσάδ, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπὶ [*](¶Γ) Δανιήλ, Ἁνανίαν, Μεισαήλ, Ἀζαρίαν

Πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα, καὶ ὕδωρ πιόμεθα·

καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ εἰδέαι ἡμῶν καὶ αἱ εἰδέαι τῶν παιδαρίων τῶν ἐσθόντων τὴν τράπεζαν τοῦ βασιλέως, καὶ καθὼς ἂν ἴδῃς ποίησον μετὰ τῶν παίδων σου.

καὶ εἰσήκουσεν αὐτῶν, καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα.

καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ εἰδέαι αὐτῶν ἀγαθαὶ καὶ ἰσχυροὶ ταῖς σαρξὶν ὑπέρ τὰ παιδάρια τὰ ἔσθοντα τὴν τράπεζαν τοῦ βασιλέως.

καὶ ἐγένετο Ἁμελσὰδ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν, καὶ ἐδίδου αὐτοῖς σπέρματα.

καὶ τὰ παιδάρια ταῦτα, οἱ τέσσαρες αὐτοί, ἔδωκεν αὐτοῖς ὁ θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ καὶ σοφίᾳ· καὶ Δανιὴλ συνῆκεν ἐν πάσῃ ὁράσει καὶ ἐνυπνίοις.

καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐναντίον Ναβουχοδονοσόρ.

καὶ ἐλάλησεν μετʼ αὐτῶν ὁ βασιλεύς, καὶ οὐχ είρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι Δανιὴλ καὶ Ἀνανίᾳ καὶ Μεισαὴλ καὶ Ἀζαρίᾳ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως.

καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης ὧν ἐζήτησεν παρʼ αὐτῶν ὁ βασιλεύς, εὗρεν αὐτοὺς δεκαπλασίονας παρὰ πάντας τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους τοὺς ὄντας ἐυ πάσῃ τῇ [*](8 ηξιωσεν AQΓ 9 οικτειρμον (- κτιρμ. BᵇAQa)] pr εις AQ αρχευνουχ. AQΓ ??* (αρχιευνουχ. BᵃᵇAQΓ vid); item 11, 18 10 om τον βασιλεα Q* (hab Q mg) συνηλικα] συν ηλικεια A 11 Αμελσαδ] Αμερσαρ A Αμεσαδ Q* (Αμελσ. Qa) Ανανιαν] pr και AQ | Μεισαηλ] pr και AQ Αζαριαν] pr και AQ 12 σπερματων] +της γης AQ 13 εσθιοντων AQ αν] εαν A παιδων] παιδαριων A παιδιων Q* (-δων Qᵃ) 15 ωρθησαν Q* (ωραθ. Qᵃ) ισχυραι BᵃᵇQ εσθιοντα AQ 16 Αμελσαδ] Αμερσαρ A 17 και τα παιδαρια ταυτα οι τεσσαρες αυτοι] τοις τεσσαρσιν παιδαριοις· και A και τα παιδαρια ταυτα τα τεσσαρα Q om και 3⁰ Q* (superscr κ Qᵃ) 18 om και 2⁰ B*Q om εισηγαγεν αυτους ??* (hab Bᵃᵇ ᵐᵍ ) om αυτους 2⁰ Q 19 ομοιο A* (superscr ι Aᵃ?) 20 om παση AQ)

503
βασιλείᾳ αὐτοῦ.

καὶ ἐγένετο Δανιὴλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ [*](B) βασιλέως.

Ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας ἠνυπνιάσθη Ναβουχοδονοσὸρ ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπʼ αὐτοῦ.

καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς Χαλδαίους τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ· καὶ ἦλθαν καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως.

καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Ἠνυπνιάσθην, καὶ ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶναι τὸ ἐνύπνιον.

καὶ ἐλάλησαν οἱ Χαλδαῖοι τῷ βασιλεῖ Συριστί Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι σύ εἰπὸν τὸ ἐνύπνιον τοῖς παισίν σου, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν.

ἀπεκρίθη ὁ βασιλεὺς τοῖς Χαλδαίοις Ὁ λόγος ἀπʼ ἐμοῦ ἀπέστη· ἐὰν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν, εἰς ἀπωλίαν ἔσεσθε, καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται.

ἐὰυ δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι, δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήμψεσθε παρʼ ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι.

ἀπεκρίθησαν δεύτερον καὶ εἶπαν Ὁ βασιλεὺς εἰπάτω τὸ ἐυύπνιον τοῖς παισὶν αὐτοῦ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελοῦμεν.

καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν Ἐπ ἀληθείας οἶδα ἐγὼ ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καθότι εἴδετε ὅτι ἀπέστη ἀπʼ ἐμοῦ τὸ άῆμα.

ἐὰν οὗν τὸ ἐνύπνιον μὴ ἀναγγείλητέ μοι, οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθῃ· τὸ ἐνύπνιόν μου εἵπατέ μοι, καὶ γνώσομαι ὅτι τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι.