Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

En ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ βασιλέως Ἰούδα ἦλθεν [*](Β) Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς Ἰερουσαλὴμ καὶ ἐπολιόρκει αὐτήν.

καὶ ἔδωκεν Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Ἰωακεὶμ βασιλέα Ἰούδα καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Σενναὰρ οἴκου τοῦ θεοῦ αὐτοῦ, καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς τὸν οἶκον θησαυροῦ θεοῦ αὐτοῦ.

καὶ εἶπεν ὁ βασιλεὺς Ἀσφανὲζ τῷ ἀρχιευνούχῳ αὐτοῦ εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας Ἰσραὴλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας καὶ ἀπὸ τῶν φορθομμείν,

νεανίσκους οἷς οὐκ ἔστιν αὐτοῖς μῶμος καὶ καλοὺς τῇ ὄψει, καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ καὶ γιγνώσκοντας γνῶσιν καὶ διανοουμένους φρόνησιν, καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς ἑστάναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως, καὶ διδάξαι αὐτοὺς γράμματα καὶ γλῶσσαν Χαλδαίων.

καὶ διέταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ᾿ ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ πότου αὐτοῦ, καὶ θρέψαι αὐτοὺς ἔτη τρία, καὶ μετὰ ταῦτα στῆναι ἐνώπιον τοῦ βασιλέως.

καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν νἱῶν Ἰούδα Δανιὴλ καὶ Ἁνανίας καὶ Μεισαὴλ καὶ Ἀζαρίας.

καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα, τῷ Δανιὴλ Βαλτασάρ, καὶ τῷ Ἁνανίᾳ Σεδράχ, καὶ τῷ Μεισαὴλ Μεισάχ, καὶ τῷ Ἀζαρίᾳ Ἀβδεναγώ.

[*](Inscr Δανιηλ ΒΑ Δαν. κατα Θεοδοτιωνος Q seq in BAQ (? Γ) historia AQΓ Susannae (cui subscr A ορασις α΄) Susannae autem sine intervallo succedit Daniel I 1 superscr ορασις β΄ AQ | ηλθε BbAa 2 οικου 2°] οικον AQa | om θησαυρου AQ* (hab Qmg) | θεου 3°] pr του Bab(vid)(mg) AQΓ 3 Ασφανεζ] pr τω Α | βασιλειας] ει sup ras Aa? | φορθομμειν (-μι[ν]Γ)] πορ- καλοι Α* 4 αυτοις 1°] pr εν Bab vid AQΓ | μωμος] pr πας Γ 6 om εν Α | Μισαηλ BbAQΓ: item 7, 11 et (sed hiat Γ) 19 | και Αζ. και Μ. Γvid 7 Βαλ- τασαρ] Βαρτασαρ Αa?(mg) (om A*) | Μισαχ BbQ Mισακ Α Μισ.. Γ)
501

καὶ ἔθετο Δανιὴλ ἐπὶ τὴν καρδίαν αὐτοῦ ὡς οὐ μὴ ἀλισγηθῇ [*](B) ἐν τῇ τραπέζῃ τοῦ βασιλέως καὶ ἐν τῷ οἴνῳ τοῦ πότου αὐτοῦ, καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὡς οὐ μὴ ἀλισγηθῇ.

καὶ ἔδωκεν ὁ θεὸς τὸν Δανιὴλ εἰς ἔλεον καὶ οἰκτειρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου.

καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ Δανιήλ Φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν, μή ποτε ἴδῃ τὰ πρόσαωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνῆλικα ὑμῶν, καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ

καὶ εἶπεν ¶ Δανιὴλ πρὸς Ἀμελσάδ, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπὶ [*](¶Γ) Δανιήλ, Ἁνανίαν, Μεισαήλ, Ἀζαρίαν

Πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα, καὶ ὕδωρ πιόμεθα·

καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ εἰδέαι ἡμῶν καὶ αἱ εἰδέαι τῶν παιδαρίων τῶν ἐσθόντων τὴν τράπεζαν τοῦ βασιλέως, καὶ καθὼς ἂν ἴδῃς ποίησον μετὰ τῶν παίδων σου.

καὶ εἰσήκουσεν αὐτῶν, καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα.

καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ εἰδέαι αὐτῶν ἀγαθαὶ καὶ ἰσχυροὶ ταῖς σαρξὶν ὑπέρ τὰ παιδάρια τὰ ἔσθοντα τὴν τράπεζαν τοῦ βασιλέως.

καὶ ἐγένετο Ἁμελσὰδ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν, καὶ ἐδίδου αὐτοῖς σπέρματα.

καὶ τὰ παιδάρια ταῦτα, οἱ τέσσαρες αὐτοί, ἔδωκεν αὐτοῖς ὁ θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ καὶ σοφίᾳ· καὶ Δανιὴλ συνῆκεν ἐν πάσῃ ὁράσει καὶ ἐνυπνίοις.

καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐναντίον Ναβουχοδονοσόρ.

καὶ ἐλάλησεν μετʼ αὐτῶν ὁ βασιλεύς, καὶ οὐχ είρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι Δανιὴλ καὶ Ἀνανίᾳ καὶ Μεισαὴλ καὶ Ἀζαρίᾳ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως.

καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης ὧν ἐζήτησεν παρʼ αὐτῶν ὁ βασιλεύς, εὗρεν αὐτοὺς δεκαπλασίονας παρὰ πάντας τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους τοὺς ὄντας ἐυ πάσῃ τῇ [*](8 ηξιωσεν AQΓ 9 οικτειρμον (- κτιρμ. BᵇAQa)] pr εις AQ αρχευνουχ. AQΓ ??* (αρχιευνουχ. BᵃᵇAQΓ vid); item 11, 18 10 om τον βασιλεα Q* (hab Q mg) συνηλικα] συν ηλικεια A 11 Αμελσαδ] Αμερσαρ A Αμεσαδ Q* (Αμελσ. Qa) Ανανιαν] pr και AQ | Μεισαηλ] pr και AQ Αζαριαν] pr και AQ 12 σπερματων] +της γης AQ 13 εσθιοντων AQ αν] εαν A παιδων] παιδαριων A παιδιων Q* (-δων Qᵃ) 15 ωρθησαν Q* (ωραθ. Qᵃ) ισχυραι BᵃᵇQ εσθιοντα AQ 16 Αμελσαδ] Αμερσαρ A 17 και τα παιδαρια ταυτα οι τεσσαρες αυτοι] τοις τεσσαρσιν παιδαριοις· και A και τα παιδαρια ταυτα τα τεσσαρα Q om και 3⁰ Q* (superscr κ Qᵃ) 18 om και 2⁰ B*Q om εισηγαγεν αυτους ??* (hab Bᵃᵇ ᵐᵍ ) om αυτους 2⁰ Q 19 ομοιο A* (superscr ι Aᵃ?) 20 om παση AQ)

503
βασιλείᾳ αὐτοῦ.