Daniel (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ῥήματα εἰς τὸν ὕψιστον λαλήσει καὶ τοὺς ἁγίους τοῦ ὑψίστου κατατρίψει, καὶ προσδέξεται ἀλλοιῶσαι καιροὺς καὶ νόμον, καὶ παραδοθήσεται πάντα εἰς τὰς χεῖρας αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἕως ἡμίσους καιροῦ.

καὶ ἡ κρίσις καθίσεται, καὶ τὴν ἐξουσίαν ἀπολοῦσι, καὶ βουλεύσονται μιᾶναι καὶ ἀπολέσαι ἕως τέλους.

καὶ τὴν βασιλείαν καὶ τὴν ἐξουσίαν καὶ τὴν μεγαλειότητα αὐτῶν καὶ τὴν ἀρχὴν πασῶν τῶν ὑπὸ τὸν οὐρανὸν βασιλειῶν ἔδωκε λαῷ ἁγίῳ ὑψίστῳ βασιλεῦσαι βασιλείαν αἰώνιον, καὶ πᾶσαι ἐξουσίαι αὐτῷ ὑποταγήσονται καὶ πειθαρχήσουσιν αὐτῷ ἕως καταστροφῆς τοῦ λόγου.

ἐγὼ Δανιὴλ σφόδρα ἐκστάσει περιειχόμην, καὶ ἡ ἕξις μου διήνεγκεν ἐμοί, καὶ τὸ δῆμα ἐν καρδίᾳ μου ἐστήριξα.

Ἓτους τρίτου βασιλεύοντος Βαλτασὰρ ὃρασις ἣν εἰδον ἐγὼ Δανιὴλ μετὰ τὸ ἰδεῖν με τὴν πρώτην.

καὶ εἶδον ἐν τῷ ὁράματι τοῦ ἐνυπνίου μου, ἐμοῦ ὄντος ἐν Σούσοις τῇ πόλει, ἥτις ἐστιν ἐν Ἐλυμαίδι χώρα, καὶ εἶδον ἐν ὁράματι ἔτι ὄντος μου πρὸς τῇ πύλῃ Αἰλάμ·

ἀναβλέψας εἶδον κριὸν ἕνα μέγαν ἑστῶτα ἀπέναντι τῆς πύλης, καὶ εἶχε κέρατα, καὶ τὰ κέρατα ὑψηλά· καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινε.

μετὰ δὲ ταῦτα εἶδον τὸν κριὸν κερατίζοντα πρὸς ἀνατολὰς καὶ πρὸς βορρᾶν καὶ πρὸς δυσμὰς καὶ μεσημβρίαν· καὶ πάντα τὰ θηρία οὐκ ἔστησαν ὀπίσω αὐτοῦ, καὶ οὐκ ἣν ὁ ῥυόμενος ἐκ τῶν χειρῶν αὐτοῦ, καὶ ἐποίει ὡς ἤθελε καὶ ὑψώθη.