Daniel (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπαν Δεῦτε στήσωμεν ὁρισμὸν καθʼ ἑαυτῶν, ὅτι πᾶς ἄνθρωπος οὐκ ἀξιώσει ἀξίωμα καὶ οὐ μὴ εὔξηται εὐχὴν ἀπὸ παντὸς θεοῦ ἕως ἡμερῶν τριάκοντα, ἀλλʼ ἢ παρὰ Δαρείου τοῦ βασιλέως· εἰ δὲ μή, ἀποθανεῖται· ἵνα ἡττήσωσι τὸν Δανιὴλ ἐναντίον τοῦ βασιλέως, καὶ ῥιφῇ εἰς τὸν λάκκον τῶν λεόντων. ᾔδεισαν γὰρ ὅτι Δανιὴλ προσεύχεται καὶ δεῖται Κυρίου τοῦ θεοῦ αὐτοῦ τρὶς τῆς ἡμέρας.

τότε προσήλθοσαν οἱ ἄνθρωποι ἐκεῖνοι καὶ εἶπαν ἐναντίον τοῦ βασιλέως

Ὁρισμὸν καὶ στάσιν ἐστήσαμεν, ὅτι πᾶς ἄνθρωπος ὂς ἂν εὔξηται εὐχὴν ἢ ἀξιώσῃ ἀξίωμά τι παρὰ [*](Syr)[*](26—28 η βασιλεια σου·| συντετμηται· και| συντετελεσται· η βασιλεια σου· sic distinx 87 29 ο βασιλευς] σι sup ras 87? 30 και το συγκριμα επηλθε B, τω βασιλει] [θ΄] εν ταυτη τη νυκτι ανῃρεθη B. ο βασιλευς ο Χαλδαιος Syr mg 31 ο των Μηδων] ο βασιλευς των Περσων Syr mg VI 3 παντας] τ sup litur 87? | βασιλεως 1⁰] ε sup ras 87ᵃ | ÷ και ευο- δουμενος (superscr ÷ ) εν ταις πραγματειαις ÷ του βασιλεως αις επρασσε 87 (deest ??) και ευοδ. ην (ut vid) ÷ εν τ. πρ. τ. βασ. αις επρ. Syr 4 ουδε μίαν 87)

542
[*](87) παντὸς θεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλʼ ἢ παρὰ Δαρείου τοῦ βασιλέως, ῥιφήσεται εἰς τὸν λάκκον τῶν λεόντων.

καὶ οὕτως ὁ βασιλεὺς Δαρεῖος ἔστησε καὶ ἐκύρωσεν.

ἐπιγνοὺς δὲ Δανιὴλ τὸν ὁρισμὸν ὃν ἔστησε κατʼ αὐτοῦ, θυρίδας ἤνοιξεν ἐν τῷ ὑπερῷῳ αὐτοῦ κατέναντι Ἰερουσαλήμ, καὶ ἔπιπτεν ἐπὶ πρόσωπον αὐτοῦ τρὶς τῆς ἡμέρας, καθὼς ἐποίει ἔμπροσθεν, καὶ ἐδεῖτο.

καὶ αὐτοὶ ἐτήρησαν τὸν Δανιὴλ, καὶ κατελάβοσαν αὐτὸν εὐχόμενον τρὶς τῆς ἡμέρας καθʼ ἑκάστην ἡμέραν.

τότε οὗτοι οἱ ἄνθρωποι ἐνέτυχον τῷ βασιλεῖ καὶ εἶπαν Δαρεῖε βασιλεῦ, οὐχ ὁρισμὸν ὡρίσω ἴνα πᾶς ἄνθρωπος μὴ εὔξηται εὐχὴν μηδὲ ἀξιώσῃ ἀξίωμα παρὰ παντὸς θεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλὰ παρὰ σοῦ, βασιλεῦ· εἰ δέ μή, ῥιφήσεται εἰς τὸν λάκκον τῶν λεόντων; ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπεν αὐτοῖς Ἀκριβὴς ὁ λόγος, καὶ μενεῖ ὁ ὁρισμός.

a καὶ εἶπον αὐτῷ Ὁρκίζομέν σε τοῖς Μήδων καὶ Περσῶν δόγμασιν, ἵνα μὴ ἀλλοιώσῃς τὸ πρόσταγμα μηδὲ θαυμάσῃς πρόσωπον, καὶ ἵνα μὴ ἐλαττώσῃς τι τῶν εἰρημένων, καὶ κολάσῃς τὸν ἄνθρωπον ὃς οὐκ ἐνέμεινε τῷ ὁρισμῷ τούτῳ. καὶ εἶπεν Οὕτως ποιήσω καθὼς λέγετε, καὶ ἕστηκέ μοι τοῦτο.