Daniel (translatio Graeca)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
τότε Δανιὴλ ἐπήκουσε φωνῇ μεγάλῃ καὶ εἶπεν
Βασιλεῦ, ἔτι εἰμὶ ζῶν, καὶ σέσωκέ με ὁ θεὸς ἀπὸ τῶν λεόντων, καθότι δικαιοσύνη ἐν ἐμοὶ εὑρέθη ἐναντίον αὐτοῦ· καὶ ἐναντίον δὲ σοῦ, βασιλεῦ, οὔτε ἄγνοια οὔτε ἁμαρτία εύρέθη ἐν ἐμοί· σὺ δὲ ἤκουσας ἀνθρώπων πλανώντων βασιλεῖς καὶ ἔρριψάς με εἰς τὸν λάκκον τῶν λεόντων εἰς ἀπώλειαν.
τότε συνήχθησαν πᾶσαι αἱ δυνάμεις καὶ εἶδον τὸν Δανιὴλ, ὡς οὐ παρηνώχλησαν αὐτῷ οἱ λέοντες.
τότε οἱ δύο ἄνθρωποι ἐκεῖνοι οἱ καταμαρτυρήσαντες τοῦ Δανιὴλ, αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, ἐρρίφησαν τοῖς λέουσι, καὶ οἱ λέοντες ἀπέκτειναν αὐτοὺς καὶ ἔθλασαν τὰ ὀστᾶ αὐτῶν.
Τότε Δαρεῖος ἔγραψε πᾶσι τοῖς ἔθνεσι καὶ γλώσσαις καὶ χώραις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ αὐτοῦ λέγων
Πάντες οἱ ἄνθρωποι οἱ ὄντες ἐν τῇ βασιλείᾳ μου ἔστωσαν προσκυνοῦντες καὶ λατρεύοντες τῷ θεῷ τοῦ Δανιήλ· αὐτὸς γάρ ἐστι θεὸς μένων καὶ ζῶν εἰς γενεὰς γενεῶν ἕως τοῦ αἰῶνος.
ἐγὼ Δαρεῖος ἔσομαι αὐτῷ προσκυνῶν καὶ δουλεύων πάσας τὰς ἡμέρας μου· τὰ γὰρ κἴδωλα τὰ χειροποίητα οὐ δύνανται σῶσαι, ὡς ἐλυτρώσατο ὁ θεὸς τοῦ Δανιὴλ τὸν Δανιήλ.
καὶ ὁ βασιλεὺς Δαρεῖος προσετέθη πρὸς τὸ γένος αὐτοῦ, καὶ Δανιὴλ κατεστάθη ἐπὶ τῆς βασιλείας Δαρείου· καὶ Κῦρος ὁ Πέρσης παρέλαβε τὴν βασιλείαν αὐτοῦ.