Daniel (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • 7⁶εὐλογεῖτε, πάντα τὰ φυόμενα ἐπὶ τῆς γῆς, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • ⁷⁷εὐλογεῖτε, ὄμβροι καὶ αἱ πηγαί, τὸν κύριον,
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 7⁸κὐλογεῖτε, θάλασσαι καὶ ποταμοί, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • ⁷⁹εὐλογεῖτε, κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • τὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 8¹εὐλογεῖτε, τετράποδα καὶ θηρία τῆς γῆς, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 8²εὐλογεῖτε, οἱ υἱοὶ τῶν ἀνθρώπων, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 8³εὐλογεῖτε, Ἰσραήλ, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 84εὺλογεῖτε, ἱερεῖς, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 85εὐλογεῖτε, δοῦλοι, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 86τὸλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 8⁷κὺλογεῖτε, ὅσιοι καὶ ταπεινοὶ καρδίᾳ, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 88εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μισαήλ, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας·
  • ὅτι ἐξείλετο ἡμᾶς ἐξ ἅδοῦ, καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς θανάτου,
  • καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καιομένης φλογός,
  • καὶ ἐκ τοῦ πυρὸς ἐλυτρώσατο ἡμᾶς.
  • ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός.
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • 90εὐλογεῖτε, πάντες οἱ σεβόμενοι τὸν κύριον, τὸν θεὸν τῶν θεῶν·
  • ὑμνεῖτε καὶ ἐξομολογεῖσθεὅτι
  • εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων.