Daniel (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ ἡμῶν καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου.

μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθʼ ἡμῶν ἔλεος κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου,

καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά [*](Syr)[*](27 αληθιναι] αληθεια Syr txt (.θιναι Syrᵐᵍ) 31 post και 2⁰ ras aliq 87? 32 και 4⁰] κ sup ras 87? 33 τοις δουλοις σου κ. τοις σεβομενοις σε Syr 35 υπο] απο 87* (corr υπο) | om δια 2⁰ Sγr txt (hab Syrᵐᵍ) | αγιον] λαον Syr txt (αγιον Syr mg) 36 πολυπληθυναι] πολὺ πλ 87 θ΄ ?? πολυ ?? πλ. Syr | θ΄ ?? τω πληθει Syr 39 τεταπεινωμενω] τ 2⁰ sup ras 87 θ΄ ταπεινωσεως Syrᵐᵍ 40 και εξιλασαι] θ΄ και εκτελεσαι Syr mg| ÷ (?? 87) και τελειωσοι οπισθεν σου 87 Syr 41 θ΄ ?? ημων Syr 42 (om 87) ελεος 87 et (sub θ΄) Syr )

518
[*](87) σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου, Κύριε·

καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακά, καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη·

γνώτωσαν ὅτι σὺ εἶ μόνος Κύριος ὁ θεὸς καὶ ἔνδοξος ἐφʼ ὅλην τὴν οἰκουμένην.

Καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον. καὶ ἡνίκα ἐνεβάλοσαν τοὺς τρεῖς εἰς ἅπαξ εἰς τὴν κάμινον, καὶ ἡ κάμινος ἦν διάπυρος κατὰ τὴν θερμασίαν αὐτῆς ἑπταπλασίως· καὶ ὅτε αὐτοὺς ἐνεβάλοσαν, οἱ μὲν ἐμβάλλοντες αὐτοὺς ἦσαν ὑπεράνω αὐτῶν, οἱ δὲ ὑπέκαιον ὑποκάτωθεν αὐτῶν νάφθαν καὶ στιππύον καὶ πίσσαν καὶ κληματίδα.

καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα,

καὶ διεξώδευσε καὶ ἐνεπύρισεν οὓς εὗρεν περὶ τὴν κάμινον τῶν Χαλδαίων.

ἄγγελος δὲ Κυρίου συγκατέβη ἄμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου,

καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὁὡσεὶ πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν καθόλου τὸ πῦρ, καὶ οὐκ ἐλύπησε καὶ οὐ παρηνώχλησεν αὐτοὺς.

Ἀναλαβόντες δὲ οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν καὶ ἐξύψουν τὸν θεὸν ἐν τῇ καμίνῳ λέγοντες

  • 5²Εὐλογητὸς εἶ, Κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν,
  • καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας·
  • καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον,
  • καὶ ὑπεραινετὸν καὶ ὑπερυψαωμένον εἰς πάντας τοὺς αἰῶνας.
  • ⁵³εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου,
  • καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας.
  • ⁵³εὐλογητὸς εἶ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου,
  • καὶ ὑμνητὸς καὶ ὑπερυψωμένος εἰς τοὺς αἰῶνας.
  • ⁵⁵εὐλογητὸς εἶ ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ χερουβίμ,
  • καὶ αἰνετὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας.
  • ⁵⁶τὐλογητὸς εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ,
  • καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας.
  • ⁵⁷εὺλογεῖτε, πάντα τὰ ἔργα τοῦ κυρίου, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • [*](Syr)[*](44 τοις δουλοις] pr εν Syr 46 om και ου διελιπον...καιοντες την καμινον Syr txt (hab Syr mg (c εμβαλοντες)) ενεβαλοσαν 1⁰] ενεβαλλον Sγr εμβαλοντες (2⁰) Syr στιπυον 87 47 δεηχειτο 87 ed διηχ. in notis (διεχ. Syr) 50 ΛΙΑCΥΡΙΖΟΝ Syrᵐᵍ 51 αναλ. δε] θ΄ τοτὲ Sγrᵐm ÷ καί εξυφουν 87 Syr 52 αινετος κ. υψουμενος Syr vⁱᵈ 54 θʼ ?? δοξης Syr και υμνητος] θʼ κ. υπερυμνητος Syrmᵍ 55 ευλογητος ει] θ΄ ευλογημενος ει Syr mg ο βλεπων| θ΄ ο επιβλεπων Syrᵐg δεδοξασμενος] θ΄ υπερυψουμενος Syrᵐᵍ 56 ?? του ουρανου 87 (deest ??) Syr )
    520
    [*](87)

  • ⁵⁸εὐλογεῖτε, ἅγγελοι Κυρίου, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • ⁵⁹εὺλογεῖτε, οὐρανοί, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 60εὐλογεῖτε, ὕδατα καὶ πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.