Daniel (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ δώσει τὸ πρόσωπον αὐτοῦ ἐπελθεῖν βία τὸ ἔργον αὐτοῦ, καὶ συνθήκας μετʼ αὐτοῦ ποιήσεται· καὶ θυγατέρα ἀνθρώπου δώσει αὐτῷ εἰς τὸ φθεῖραι αὐτήν, καὶ οὐ πείσεται καὶ οὐκ ἔσται.

καὶ δώσει τὸ πρόσωπον αὐτοῦ ἐπὶ τὴν θάλασσαν καὶ λήψεται πολλούς, καὶ ἐπιστρέψει ὀργὴν ὀνειδισμοῦ αὐτῶν ἐν ὃρκῳ κατὰ τὸν ὀνειδισμὸν αὐτοῦ.

ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὸ κατισχῦσαι τὴν χώραν αὐτοῦ, καὶ προσκόψει καὶ πεσεῖται, καὶ οὐχ εὑρεθήσεται.

καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας εἰς ἀνάστασιν, ἀνὴρ τύπτων δόξαν βασιλέως· καὶ ἐν ἡμέραις ἐσχάταις συντριβήσεται, καὶ οὐκ ἐν ὀργῇ οὐδὲ ἐν πολέμῳ·

καὶ ἀναστήσεται ἐπὶ τὸν τόπον αὐτοῦ εὐκαταφρόνητος, καὶ οὐ δοθήσεται ἐπʼ αὐτὸν δόξα βασιλέως· καὶ ἥξει ἐξάπινα, κατισχύσει βασιλεὺς ἐν κληροδοσίᾳ αὐτοῦ.

καὶ τοὺς βραχίονας τοὺς συντριβέντας συντρίψει ἀπὸ προσώπου αὐτοῦ.