Susanna (translatio Graeca)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ προσελθόντες ἐπέγνωμεν αὐτὴν· ὁ δὲ νεανίσκος ἔφυγε συγκεκαλυμμένος.

ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν αὐτήν Τίς ὁ ἄνθρωπος;

καὶ οὐκ ἀπήγγειλεν ἡμῖν τίς ἦν. ταῦτα μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ πᾶσα, ὡς πρεσβυτέρων ὄντων καὶ κριτῶν τοῦ λαοῦ.

–45 Καὶ ἰδοὺ ἄγγελος Κυρίου, ἐκείνης ἐξαγομένης ἀπολέσθαι· καὶ ἔδωκεν ὁ ἄγγελος, καθὼς προσετάγη, πνεῦμα συνέσεως νεω- [*](Syr)[*](28 ελθοντες] ηλθον Syr παρωκουν 87a (ουν superscr) 29 θυγατερα] incep τ 87* εκαλεσαν αυτην] απεστειλαν επ αυτην Syrᵐᵍ 32 επιθυμιας καλλους Syr 35 αυτη] εαυτη Syr 37 αυτους] ους sup ras 87? 40 τις] + ην Syr ο ανθρωπος] ο νεανισκος Syrᵐᵍ)

582
[*](87) τερῶ ὄντι Δανιὴλ.

διαστείλας δὲ Δανιὴλ τὸν ὄχλον καὶ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν Οὕτως μωροί, υἱοὶ Ἰσραήλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφές ἐπιγνόντες ἀπεκτείνατε θυγατέρα Ἰσραήλ;

καὶ νῦν διαχωρίσατέ μοι αὐτοὺς ἀπʼ ἀλλήλων μακράν, ἵνα ἐτάσω αὐτούς.