Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Διότι τάδε λέγει Κύριος ¹0᾿δοὺ τὸ πέρας ἥκει. ἰδοὺ ἡ ἡμέρα Κυρίου· εἰ καὶ ἡ ῥάβδος ἤνθηκεν, ἡ ὕβρις ἐξανέστηκεν.

καὶ συντρίψει στήριγμα ἀνόμου, καὶ οὐ μετὰ θορύβου οὐδέ μετὰ σπουδῆς.

ἤκει ὁ καιρός, ἰδοὺ ἡ ἡμέρα· ὁ δκτώμενος μὴ χαιρέτω, καὶ ὁ πωλῶν μὴ θρηνείτω·

διότι ὁ κτώμενος πρὸς τὸν πωλοῦντα οὐκέτι μὴ ἐπιστρέψῃ, καὶ ἄνθρωπος ἐν ὀφθαλμῷ ζωῆς αὐτοῦ οὐ κρατήσει.

Σαλπίσατε ἐν σάλπιγγι καὶ κρίνατε τὰ σύμπαντα.

ὁ πόλεμος ἐν ῥομφαίᾳ ἔξωθεν, καὶ ὁ λιμὸς καὶ ὁ θάνατος ἔσωθεν· ὁ ἐν τῷ πεδίῳ ἐν ῥομφαίᾳ τελευτήσει, τοὺς δʼ ἐν τῇ πόλει λιμὸς καὶ θάνατος συντελέσει.