Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἀνασωθήσονται οἱ ἀνασωζόμενοι ἐξ αὐτῶν καὶ ἔσονται ἐπὶ τῶν ὀρέων· πάντας ἀποκτενῶ, ἕκαστον ἐν [*](3—9= 7, 8.3, 3, 4. 3, 6 in AQ: 4—5 sup ras circ 25o lilt Aᵃ 4 μετα AQ 2⁰] μετ AᵃQ 6 οδος Q* (οδους Qᵃ) τυπτων] + ταδε λεγει αδωναι κς Qᵐᵍ 7 εκδικησω] + σε AQ 8 μου] + επι σε AQ επιγνωση] γνωση AQ διοτι 2⁰] οτι AQ εγω Κυριος sup ras pl lilt Aᵃ 9 Κυριος] pr αδωναι Q + (sub θʼ ?? ) κακια μια κακια ιδου παρεστιν (-στι Qᵃ) το περας ηκει ηκει το περας εξηγερθη προς σε ιδου ηκει η πλοκη (οι ο’ το περας Qmg) Q 10 ιδου 1⁰...Κ υριου] ιδου ημερα (ερα sup ras A¹) κυ ιδου το περας ηκει εξηλθεν η πλοκη A ιδου η ημερα κυει· ιδου το περας ηκει (θʼ ?? ) εξηλθεν η πλοκη Q ει και η ραβδος ηνθηκεν] και ηνθηκεν η ραβδος A κ. ηνθησεν η ρ. Q εξανεστηκεν η υβρις AQ 11 θορυβων A | | σπουδῆς] +και ουκ εξ ουτων εισιν (+ οτι Qmg) ουδε (ουτε Q) ωραισμος εν αυτοις A et (sub θʼ ?? ) Q 12 η ημερα] om η Q θρηνειτω] οτι οργη εις παν το πληθος αυτης A et (sub θʼ ?? ) Q 13 μη] pr ου AQ) επιστρεσψη] + και ετι (ουκετι Qmg) εν ζωη (ζοη A*) ταζην ουτων οτι ορασις εις παν το πληθος αυτης ουκ ανακαμψ ει A et (sub δ⁰) Q ζωης sup ras Bᵃᵇ 14 om εν om και A συμπαντα] +και ουκ εστιν (- στι Qᵃ) πορευομενος εις τον πο- λεμον ὅτι η οργη μου εις παν το πληθος αυτης A et (sub θʼ ?? ) Q 15 ο εν τω πεδιω] οι εν τω π. A | τελευτησουσι A δ] δε AQ) 16 ορεων] +ως περιστεραι μελετητι και A et (sub θʼ ἡF ))

396
[*](B) ταῖς ἀδικίαις αὐτοῦ.

πᾶσαι χείρες ἐκλυθήσονται, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίας,

καὶ περιζώσονται σάκκους, καὶ καλύψει αὐτοὺς θάμβος· καὶ ἐπὶ πᾶν πρόσαωπον αἰσχύνη ἐπʼ αὐτούς, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα.

τὸ ἀργύριον αὐτῶν ῥιφήσεται ἐν ταῖς πλατείαις, καὶ τὸ χρυσίον αὐτῶν ὑπεροφθήσεται· αἱ ψυχαὶ αὐτῶν οὐ μὴ ἐμπλησθῶσιν, καὶ αἱ κοιλίαι αὐτῶν οὐ μὴ πληρωθῶσιν· διότι βάσανος τῶν ἀδικιῶν αὐτῶν ἐγένετο.

ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτά, καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν ἐποίησαν ἐξ αὐτῶν· ἕνεκεν τούτου δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν.

καὶ παραδώσω αὐτὰ εἰς χεῖρας ἀλλοτρίων τοῦ διαρπάσαι αὐτά, καὶ τοῖς λοιμοῖς τῆς γῆς εἰς σκῦλα, καὶ βεβηλώσουσιν αὐτά.

καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, καὶ μιανοῦσιν τὴν ἐπισκοπήν μου, καὶ εἰσελεύσονται εἰς αὐτὰ ἀφυλάκτως καὶ βεβηλώσουσιν αὐτά,

καὶ ποιήσουσι φυρμόν, διότι ἡ γῆ πλήρης λαῶν, καὶ ἡ πόλις πλήρης ἀνομίας.

καὶ ἀποστρέψω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσεται τὰ ἅγια αὐτῶν.

ἐξιλασμὸς ἥξει καὶ ζητήσει εἰρήνην, καὶ οὐκ ἔσται.

οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπʼ ἀγγελίαν ἔσται, καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως καὶ βουλὴ ἐκ πρεσβυτέρων.

ἄρχων ἐνδύσεται ἀφανισμόν, καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται· κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς, καὶ ἐν τοῖς κρίμασιν αὐτῶν ἐκδικήσο αὐτούς, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.

Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει ἐν τῷ πέμπτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου. καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου, ²καὶ ἴδον, [*](AQ)[*](16 αδικειαις B* (-κιοις Bᵇ) 17 χαιρες B* (χειρ. Bᵃᵇ) υγρασια AQ 19 εν ταις πλατειαις ριφησεται Q πλατιαις A υπεροφθησεται] + το αργυριον ουτων και το χρυσιον ουτων ου δυνηθησεται (δυνησεται Q) εξελσθαι αυτους εν ημερα οργης κυ A et (sub θ΄ ??) Q εμπλησθωσι Qa πληρωθωσι Qᵃ | αδι- κειων B* (-κιων Bᵇ) | εγενετο] εγενοντο Qᵃ 20 υπερηφανειαν Q* (-νιαν Qᵃ) ουτων 1⁰] +(sub θ΄ ??) προσοχθισματα ουτων Q 21 διαρπασαι] διαφθείραι A βεβηλωσουσιν] α΄ λαικωσουσν Qᵐᵍ 22 μιανουσι Qᵃ | αφυ- λακτως] απαρατηρητως Qc 23 ποιησουσιν AQ* | φυρμον] φυρ sup ras Bᵃᵇ | λαων] κρισεως αιματω| Q 24 και 1⁰] pr και αξω πονηρους εθνων και κληρονομησουσιν (-σι Qᵃ) τους οικους ουτων A et (sub θ΄ ??) Q και αποστρε- ψω το φρυαγμα] α΄ ӄ καταπαυσω υπερηφανειαν Qmg της ισχυος ουτων] σ΄ ανεντροπω| Qᵐᵍ 25 ζητησεις Q | ειρηνην] pr εις A εσται] εστιν Q 26 επ αγγελιαν (επι|γελ. B* επ αγ|γ. Bᵃᵇ)] επι αγγ. AQ 27 αρχων] pr ο (superscr Q?) βασιλευς πενθησει και ο A et (ο β. π. sub θ΄ ??) Q | om εν AQ VIII 1 εκτω ετει] ετει τω εκτω ετει . . μηνος] ετει ς΄ μηνι ε΄ ημερα ε΄ Qᵐᵍ om εγω A μου] εμου A εμε] +(sub ??) εκει Κυριου] pr αδωναι AQ)

397
καὶ ἰδοὺ ὁμοίωμα ἀνδρός· ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, [*](Β) καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ ὑπεράνω ὡς ὅρασις ἠλέκτρου.

καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς καὶ ἀνέλαβέν με τῆς κορυφῆς μου, καὶ ἀνέλαβέν με πνεῦμα ἀνὰ μέσον τῆς γῆς καὶ οὐρανοῦ καὶ ἤγαγέν με εἰς Ἰερουσαλὴμ ἐν ὁράσει θεοῦ ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς βλεπούσης εἰς βορρᾶν, οὗ ἦν ἡ στήλη τοῦ κτωμένου.