Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ τὰ πρὸς ἀνατολὰς ἀνὰ μέσον τῆς Δωρανείτιδος καὶ ἀνὰ μέσον Δαμασκοῦ καὶ ἀνὰ μέσον τῆς Γαλααδείτιδος καὶ ἀνὰ μέσον τῆς γῆς τοῦ Ἰσραήλ, ὁ Ἰορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν τὴν πρὸς ἀνατολὰς Φοινικῶνος· ταῦτα τὰ πρὸς ἀνατολάς.

καὶ τὰ πρὸς νότον καὶ λίβα ἀπὸ Θαιμὰν καὶ Φοινικῶνος, ἕως ὕδατος Μαριμὼθ Καδήμ, παρεκτεῖνον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην·

τοῦτο τὸ μέρος νότος καὶ λίψ. (20)τοῦτο τὸ μέρος τῆς θαλάσσης τῆς μεγάλης ὁρίζει, ἕως κατέναντι τῆς εἰσόδου Ἡμάθ, ἕως εἰσόδου αὐτοῦ· ταῦτά ἐστιν τὰ πρὸς θάλασσαν Ἡμάθ.