Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ τὰς ἑπτὰ ἡμέρας τῆς ἑορτῆς ποιήσει ὁλοκαυτώματα [*](AQ) [*](13 αφορειτε Q* ( ριειτε Qᵃ) εκτον] εκατον A μετρον] του μειρου AQ | γομορ] οιφι κορου Qᵐᵍdext (adnot τινα των α τιγραφων ουτως εχει αντι των εσω Qmg sinistr om αυτου AQ οιφι] ο sup ras (prius ω ut vid) B? του κορου] του γομορ· κορου A 14 το προσταγμα] τα προσταγματα A |το δικαιωμα Qmg κοτυλην] θʼ μετρητης (sic ut vid) Qmg ελαιου 2⁰] + (sub ?? ) δεκατον Q pro δεκ. α ο βατος ο μετρητης απο του κορου θʼ ο βατος απο του κορου Qmᵍ δεκα 1⁰] pr των A κοτυλων] + (sub ?? ) αι δεκα κοτυλαι γομορ Q οτι...γομορ] α’ οτι οι ι' μετρηται κορος θʼ οι ι' βατοι κορος Qmg 15 προ- βατον] + εν AQ (sub Q?vid) προβατων απο δεκα] δεκα προβατων AQ των πατριων] om των Q* pr απο Qmg pro πατρ. σ' ποτιστηριων Qmg σωτηριον A εξιλασκεσθαι] εξιλασασθαι A θεος] pr ο AQ 17 σπονδαι] + εσονται AQ* (sub ?? Q?) αυτος]| pr ο Q 18 θεος] pr ο AQ ληψεσθε BᵇA (θαι) Qᵃ εξιλασασθαι] εξιλασκεσθαι Q 19 ληψεται BᵇQᵃ αιματος] + του μοσχου A 20 τω εβδομῳ μηνι μια] τω μηνι τω εβδομῳ μια A τη εβδομη Q παρ εκαστου] pr λημψη AQ* (ληψ. Qa) (sub Q?) απομοιραν] αγνοουντος και απο νηπιου· A et (sub θ'σ' ?? ) Qmg εξιλασασθαι Q* (.θε Qa) 21 πρωιω] μηνι AQ (sub ?? Q?) τεσσαρεσκαιδεκατη ( ρισκαιδεκ. Bᵇ)] + ημερα Q (sub ?? Q?) εδεσθα B* (sic) ( θε B¹fort 22 αυτου] εαυτου Q του οικου] pr υπεο AQ (κ. υ.τ. οικ. sub ?? Q?) 23 ποιησεις A)

489
τῷ κυρίῳ, ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς ἀμώμους καθʼ ἡμέραν [*](B) τὰς ἑπτὰ ἡμέρας, καὶ ὑπέρ ἁμαρτίας ἔριφον αἰγῶν καθʼ ἡμέραν, καὶ θυσίαν.

καὶ πέμμα τῷ μόσχῳ καὶ πέμμα τῷ κριῷ ποιήσεις, καὶ ἐλαίου τὸ εἰν τῷ πέμματι.

καὶ ἐν τῷ ἑβδόμῳ πεντεκαιδεκάτῃ τοῦ μηνὸς ἐν τῇ ἑορτῇ ποιήσεις κατὰ τὰ αὐτὰ ἑπτὰ ἡμέρας, καθὼς τὰ ὑπέρ τῆς ἁμαρτίας καὶ καθὼς τὰ ὁλοκαυτώματα καὶ καθὼς τὸ μαναὰ καὶ καθὼς τὸ ἔλαιον.

Τάδε λέγει Κύριος θεός Πύλη ἡ ἐν τῆ αὐλῇ τῇ ἐσωτέρᾳ ἡ βλέπουσα πρὸς ἀνατολὰς ἔσται κεκλεισμένη ἕξ ἡμέρας τὰς ἐνεργούς· ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων ἀνοιχθῇ, καὶ ἐν τῇ ἡμέρᾳ τῆς νουμηνίας ἀνοιχθήσεται.

καὶ εἰσελεύσεται ὁ ἀφηγούμενος κατά τὴν ὁδὸν τοῦ αἰλὰμ τῆς πύλης τῆς ἔσωθεν καὶ στήσεται ἐπὶ τὰ πρόθυρα τῆς πύλης, καὶ ποιήσουσιν οἱ ἱερεῖς τὰ ὁλοκαυτώματα αὐτοῦ καὶ τὰ τοῦ σωτηρίου αὐτοῦ.

καὶ προσκυνήσει ἐπὶ τοῦ προθύρου τῆς πύλης καὶ ἐξελεύσεται, καὶ ἡ πύλη οὐ μὴ κλεισθῇ ἕως ἑσπέρας· καὶ προσκυνήσει ὁ λαὸς τῆς γῆς κατὰ τὰ πρόθυρα τῆς πύλης ἐκείνης καὶ ἐν τοῖς αββάτοις καὶ ἐν ταῖς νουμηνίαις ἐναντίον Κυρίου.

καὶ τὰ ὁλοκαυτώματα προσοίσει ὁ ἀφηγούμενος τῷ κυρίῳ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἕξ ἀμνοὺς ἀμώμους καὶ κριὸν ἄμωμον

καὶ μαναά, πέμμα τῷ κριῷ, καὶ τοῖς ἀμνοῖς θυσίαν δόμα χειρὸς αὐτοῦ, καὶ ἐλαίου τὸ εἳν τῷ πέμματι.

καὶ ἐν τῇ ἡμέρᾳ τῆς νουμηνίας μόσχον ἄμωμον καὶ ἕξ ἀμνούς, καὶ κριὸς ἄμωμος ἔσται,

καὶ πέμμα τῷ κριῷ καὶ πέμμα τῷ μόσχῳ ἔσται μαναά, καὶ τοῖς ἀμνοῖς καθὸς ἐὰν ἐκποιῇ ἡ χεὶρ αὐτοῦ, καὶ ἐλαίου τὸ εὶν τῷ πέμματι.

καὶ ἐν τῷ εἰσπορεύεσθαι τὸν ἀφηγούμενον, κατὰ τὴν ὁδὸν τοῦ αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν τῆς πύλης ἐξελεύσεται.