Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐν τῷ καταμετρεῖσθαι ὑμᾶς τὴν γῆν ἐν κληρονομίᾳ ἀφοριεῖτε ἀπαρχὴν τῷ κυρίῳ ἅγιον ἀπὸ τῆς γῆς, πέντε καὶ εἲκοσι χιλιάδας μῆκος καὶ εὖυος εἶκοσι χιλιάδας· ἅγιον ἔσται ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ κυκλόθευ.

καὶ ἔσται ἐκ τούτου ἁγιάσματα πεντακσιοι ἐπὶ πεντακοσίους τετρὶγωνον κυκλόθεν, καὶ πήχεις πεντήκοντα διάστημα [*](AQΓ) [*](22 ου] μη A om εις Γ Ισραηλ] pr οικου QΓ γενηται] + (sub ??) χηρα Q εξ ιερεως λημψονται] λημψ. εξ ιερεως Q 23 διδαξωσιν Q καθαρου και ακαθαρτου] καθαρου και αναμεσον ακαθαρτου A ακαθαρτου και καθαρου QΓ γνωρισουσιν Q 24 επι] περι QΓ τα δικαιω- ματα] pr και Γ δικαιωσουσιν] pr ?? Q? αγιασωσιν Q* ( σουσιν Qα) 25 ψυχη Q om και 2⁰ Q μητρι] pr επι BᵃᵇA επι 5⁰| επ Γ αδελφω] + αυτου A επι 6⁰| κπ Γfort 27 εισπορευωνται] εισπορευηται Q +(sub ?? ) εις το αγιον Q προσοισουσιν] προσοισει Q 28 οτι] pr ?? Q? ουτων] αυτοις A 29 αυτοι Q* (αυτοις Qᵃ) 30 απαρχαι] pr και A πανια] + υμων A δωσεται B*A (δωσετε BᵃᵇQ) X L V 1 εικοσι 2] δεκα Q πασιν AQ 2 αγιασματα] εiς αγιασμα AQ)

487
αὐτῷ κυκλόθεν.

καὶ ἐκ ταύτης τῆς διαμετρήσεως διαμετρήσεις [*](B) μῆκος πέντε καὶ εἴκοσι χιλιάδας καὶ εὗρος εἴκοσι χιλιάδας, καὶ ἐν αὐτῇ ἔσται ἅγια τῶν ἁγίων.

ἀπὸ τῆς γῆς ἔσται τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν ἐν τῷ ἁγίῳ, καὶ ἔσται τοῖς ἐγγίζουσι λειτουργεῖν τῷ κυρίῳ· καὶ ἔσται αὐτοῖς τόπος εἰς οἴκους ἀφαωρισμένους τῷ ἁγιασμῷ αὐτῶν,

εἴκοσι καὶ πέντε χιλιάδας μῆκος, καὶ εὖρος εἴκοσι χιλιάδες· καὶ τοῖς Λευείταις τοῖς λειτουργοῦσιν τῷ οἴκῳ αὐτοῖς εἰς κατάσχεσιν πόλεις τοῦ κατοικεῖν.

καὶ τὴν κατάσχεσιυ τῆς πόλεως δώσεις πέντε χιλιάδας εὖρος, καὶ μῆκος πέντε καὶ εἵκοσι χιλιάδας, ὃν τρόπον ἡ ἀπαρχὴ τῶν ἁγίων παντὶ οἴκῳ Ἰσραὴλ ἔσονται.

καὶ τῷ ἡγουμένῳ ἐκ τούτου καὶ ἀπὸ τούτου εἰς τὰς ἀπαρχὰς τῶν ἁγίων, εἰς κατάσχεσιν τῆς πόλεως, κατὰ πρόσωπον τῶν ἀπαρχῶν τῶν ἁγίων καὶ κατὰ πρόσωπον τῆς κατασχέσεως τῆς πόλεως, τὰ πρὸς θάλασσαν καὶ ἀπὸ τῶν πρὸς θάλασσαν πρὸς ἀνατολάς· καὶ τὸ μῆκος ὡς μία τῶν μερίδων ἀπὸ τῶν ὁρίων τῶν πρὸς θάλασσαν, καὶ τὸ μῆκος ἐπὶ τὰ ὅρια τὰ πρὸς ἀνατολὰς τῆς γῆς.

καὶ ἔσται αὐτῷ εἰς κατάσχεσιν ἐν τῷ Ἰσραήλ, καὶ οὐ καταδυναστεύσουσιν οὐκέτι οἱ ἀφηγούμενοι τοῦ Ἰσραὴλ τὸν λαόν μου· καὶ τὴν γῆν κατακληρονομήσουσιν οἶκος Ἰσραὴλ κατὰ φυλὰς αὐτῶν.

Τάδε λέγει Κύριος θεός Ἱκανούσθω ὑμῖν, οἱ ἀφηγούμενοι τοῦ Ἰσραήλ· ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε, κρίμα καὶ δικαιοσύνην ποιήσατε· ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου, λέγει Κύριος θεός.

ζυγὸς δίκαιος καὶ μέτρον δίκαιον καὶ χοῖνιξ δικαία ἔστω ὑμῖν τοῦ μέτρου,

καὶ ἡ χοῖνιξ ὁμοίως μία ἔσται τοῦ λαμβάνειν· τὸ δέκατον τοῦ γόμορ χοῖνιξ, καὶ τὸ δέκατον τοῦ γόμορ. πρὸς τὸ γόμορ ἔσται τὸ ἴσον.