Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ κατάξουσιν αὐτοὺς φυλάσσειν φυλακὰς τοῦ οἴκου εἰς πάντα τά ἔργα αὐτοῦ, καὶ εἰς πάντα ὅσα ἂν ποιήσωσιν.

οἱ ἱερεῖς οἱ Λευεῖται οἱ υἱοὶ τοῦ Σαδδοὺκ οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τῶν ἁγίων μου ἐν τῷ πλανᾶσθαι οἶκον Ἰσραὴλ ἀπʼ ἐμοῦ, οὗτοι προσάξουσιν πρὸς μέ τοῦ λειτουργεῖν μοι, καὶ στήσονται πρὸ προσώπου μου τοῦ προσφέρειν μοι θυσίαν, στέαρ καὶ αἶμα, λέγει Κύριος ὁ θεός.

οὗτοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου, καὶ οὗτοι προσελεύσονται πρὸς τὴν τράπεζάν μου τοῦ λειτουργεῖν μοι, καὶ φυλάξουσιν τάς φυλακάς μου.

καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς τάς πύλας τῆς αὐλῆς τῆς ἐσωτέρας, στολὰς λινᾶς ἐνδύσονται· καὶ οὐκ ἐνδύσονται ἐρεᾶ ἐν τῷ λειτουργεῖν αὐτοὺς ἀπὸ τῆς πύλης τῆς ἐσωτέρας αὐλῆς.

καὶ κιδάρεις λινᾶς ἕξουσιν ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν, καὶ περισκελῆ λινᾶ ἕξουσιν ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ οὐ περιζώσονται βίᾳ.

καὶ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν ἐκδύσονται τάς στολὰς αὐτῶν, ἐν αἷς αὐτοὶ λειτουργοῦσιν ἐν αὐταῖς, καὶ θήσουσιν αὐτὰς ἐν ταῖς ἐξέδραις τῶν ἁγίων, καὶ ἐυδύσονται στολὰς ἑτέρας, καὶ οὐ μὴ ἁγιάσωσιν τὸν λαὸν ἐν ταῖς στολαῖς αὐτῶν.

§ 20 καὶ τὰς κεφαλὰς αὐτῶν οὐ ξυρήσονται, [*](§ Γ) καὶ τάς κόμας αὐτῶν οὐ ψιλώσουσιν· καλύπτοντες καλύψουσιν τάς κεφαλὰς αὐτῶν.

καὶ οἶνον οὐ μὴ πίωσιν πᾶς ἱερεὺς ἐν τῷ [*](12 εις] ει Β* (εις Bᵃᵇ) ενεκα] ενεκεν A θεος] + και λημψονται την ατιμιαν AQΓ ουτων A + (sub θ' ??) και λημψ. (ληψ. Qᵃ item 13) τ. ανομιαν αυτ. Q 13 εγγιουσιν AQ προσαγειν] προσαγαγειν A τα αγια] pr πανια Q adnot αγια υιων Ιηλ καιει πασον τυ Λευιτλ την λειτουργια| Qmg του Ισραηλ] om του AQ τα αγια των αγιων] adnot αγια αγιων καιει τας θυσιας τας τοις αρχιερευσι προσηκουσας Qmg ατιμιαν] pr την A 14 και καταξουσιν] δεδωκα γαρ Qmg καταξουσιν...οικου] adnot αντι του ουτως ημαρτανo καiτοι αφωρισμενοι παρ εμου ινα ӄ καταξουσιν αυτους φυλασσει φυλακας του ιερου· η οτι επιτρεπει παλιν αυτους μετα τη ανακλησι λειτουργειν απαξ δεδωκοτας δικη · προς τω και αργησαι του λειτουργειν της αιχμαλωσιας το χρονον Qmg καταξουσιν αυτους] και ταξουσιν αυτου A ποιησωσιν] + (sub οι γ ?? ) εν αυτω Q 15 Αευιται Q οι υιοι του Σαδδουκ] υιοι Σ. Q εφυλαξαντο] εφυλαξα Q οικον] pr τον AQ om μοι 2⁰ A θυσιαν] pr Q? 17 om και 2⁰ ΑQ ερεα] ερια Bᵃᵇ της εσωτερας συλης] της συλης της εσωτερας Q και εσω A et (sub α'θ' ?? ) Q 18 om και 1⁰ Q κιδαρις A ταις κεφαλαις] τας κεφαλας Q τας οσηφυας] ταις (τας Q*) οσφυσιν A ( σειν) Q 19 αυτου B* (αυτους Baᵇ) 20 ου 1⁰] + μη A om Γ ου 2⁰] + μη A καλυψωσιν Β*Λ (.ψουσι Bb))

486
[*](B) εἰσπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν.

καὶ χήραν καὶ ἐκβεβλημένην οὐ λἠμψονται ἑαυτοῖς εἰς γυναῖκα, ἀλλʼ ἡ παρθένον ἐκ τοῦ σπέρματος Ἰσραήλ· καὶ χήρα ἐὰν γένηται ἐξ ἱερέως, λήμψονται.

καὶ τὸν λαόν μου διδάξουσιν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου, καὶ ἀνὰ μέσον καθαροῦ καὶ ἀκαθάρτου γνωριοῦσιν αὐτοῖς·

καὶ ἐπὶ κρίσιν αἵματος οὗτοι ἐπιστήσονται τοῦ διακρίνειν· τὰ δικαιώματά μου δικαιώσουσιν, καὶ τὰ κρίματά μου κρινοῦσιν, καὶ τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου ἐν πάσαις ταῖς ἑορταῖς μου φυλάξονται, καὶ τὰ σάββατά μου ἁγιάσουσιν.

καὶ ἐπὶ ψυχὴν ἀνθρώπου οὐκ εἰσελεύσονται τοῦ μιανθῆναι· ἀλλʼ ἢ ἐπὶ πατρὶ καὶ μητρὶ καὶ ἐπὶ υἱῷ καὶ ἐπὶ θυγατρὶ καὶ ἐπὶ ἀδελφῷ καὶ ἐπὶ ἀδελφῇ αὐτοῦ, ἢ οὐ γέγονεν [*](¶ Γ) ἀνδρί, μιανθήσεται.

καὶ μετὰ¶ τὸ καθαρισθῆναι αὐτὸν ἑπτὰ ἡμέρας ἐξαριθμήσει αὐτῷ·

καὶ ἦ ἂν ἡμέρᾳ εἰσπορεύωνται εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τοῦ λειτουργεῖν ἐν τῷ ἁγίῳ, προσοίσουσιν ἱλασμόν, λέγει Κύριος ὁ θεός.

καὶ ἔσται αὐτοῖς εἰς κληρονομίαν· ἐγὼ κληρονομία αὐτοῖς, καὶ κατάσχεσις αὐτοῖς οὐ δοθήσεται ἐν τοῖς υἱοῖς Ἰσραήλ, ὅτι ἐγὼ κατάσχεσις αὐτῶν.

καὶ τὰς θυσίας καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ τὰ ὑπέρ ἀγνοίας οὗτοι φάγονται, καὶ πᾶε ἀφόρισμα ἐν τῷ Ἰσραὴλ αὐτοῖς ἔσται·

ἀπαρχαὶ πάντων καὶ τὰ πρωτότοκα πάντων καὶ τὰ ἀφαιρέματα πάντα ἐκ πάντων τῶν ἀπαρχῶν ὑμῶν τοῖς ἱερεῦσιν ἔσται. καὶ τὰ πρωτογενήματα ὑμῶν δώσετε τῷ ἱερεῖ, τοῦ θεῖυαι εὐλογίας ὑμῶν ἐπὶ τοὺς οἴκους ὑμῶν.

καὶ πᾶν θνησιμαῖον καὶ θηριάλωτον ἐκ τῶν πετεινῶν καὶ ἐκ τῶυ κτηνῶν οὐ φάγονται οἱ ἱερεῖς.

Καὶ ἐν τῷ καταμετρεῖσθαι ὑμᾶς τὴν γῆν ἐν κληρονομίᾳ ἀφοριεῖτε ἀπαρχὴν τῷ κυρίῳ ἅγιον ἀπὸ τῆς γῆς, πέντε καὶ εἲκοσι χιλιάδας μῆκος καὶ εὖυος εἶκοσι χιλιάδας· ἅγιον ἔσται ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ κυκλόθευ.

καὶ ἔσται ἐκ τούτου ἁγιάσματα πεντακσιοι ἐπὶ πεντακοσίους τετρὶγωνον κυκλόθεν, καὶ πήχεις πεντήκοντα διάστημα [*](AQΓ) [*](22 ου] μη A om εις Γ Ισραηλ] pr οικου QΓ γενηται] + (sub ??) χηρα Q εξ ιερεως λημψονται] λημψ. εξ ιερεως Q 23 διδαξωσιν Q καθαρου και ακαθαρτου] καθαρου και αναμεσον ακαθαρτου A ακαθαρτου και καθαρου QΓ γνωρισουσιν Q 24 επι] περι QΓ τα δικαιω- ματα] pr και Γ δικαιωσουσιν] pr ?? Q? αγιασωσιν Q* ( σουσιν Qα) 25 ψυχη Q om και 2⁰ Q μητρι] pr επι BᵃᵇA επι 5⁰| επ Γ αδελφω] + αυτου A επι 6⁰| κπ Γfort 27 εισπορευωνται] εισπορευηται Q +(sub ?? ) εις το αγιον Q προσοισουσιν] προσοισει Q 28 οτι] pr ?? Q? ουτων] αυτοις A 29 αυτοι Q* (αυτοις Qᵃ) 30 απαρχαι] pr και A πανια] + υμων A δωσεται B*A (δωσετε BᵃᵇQ) X L V 1 εικοσι 2] δεκα Q πασιν AQ 2 αγιασματα] εiς αγιασμα AQ)

487
αὐτῷ κυκλόθεν.