Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

έπτὰ ἡμέρας· καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καὶ καθαριοῦσιν αὐτό, καὶ πλήσουσιν χεῖρας αὐτῶν.

καὶ ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τά ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν· καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος.

Καὶ ἐπέστρεψέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατʼ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη.

καὶ εἶπεν πρὸς μέ Κύριος Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ δι᾿ αὐτῆς· ὅτι Κύριος ὁ θεὸς τοῦ [*](17 πηχεος] πηχεως A 18 ο θεος Ισραηλ] κς Q ολοκαυτωματα] AQ pr τα A αυτο] το A 19 ιερευσιν AQ Αευιταις AQ τοις εκ] om τοις A τοις εγγιζουσι ( σιν A)] pr και A ο θεος] κς Q του λειτουργειν] του Αευι λειτ. A μοσχων A 20 ληψ ονται Qᵃ : item 2 1, 22 επιθη- σουσι Β* (.σιν Bᵃᵇ) κυκλω] + και περιραντιεις αυτο A et (sub ??) Q αυτο] αυτον A 21 περι] υπερ AQ 22 σιγων] pr απο A καθοτι] καθως A μοχου A (μοσχ. Aᵃ? 23 προσοισουσιν AQ προβατων] pr των AQ 24 επιρριψουσιν Bᵇ αλας A 25 προβατων] pr των AQ 26 καθαρι- σουσιν A πλησουσι Q χειρας ουτων] τας χειρας αυτης A 27 και 1⁰] pr (sub ?? ) και συντελεσουσιν τας ημερας Q Κυριος] pr κη Q XLIV 2 προς με Κυριος] κς προς με A om ουκ ανοιχθησεται A)

484
[*](B) Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη.

διότι ὁ ἡγούμενος, οὗτος καθήσεται ἐν αὐτῆ τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου· κατά τὴν ὁδὸν αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται.

καὶ εἰσήγαγέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου· καὶ ἴδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ κυρίου, καὶ πίπτω ἐπὶ πρόσωπόν μου.

καὶ εἶπεν Κύριος πρὸς μέ Υἱὲ ἀνθρώπου, τάξον εἰς τὴν καρδίαν σου, καὶ ἴδὲ τοῖς ὀφθαλμοῖς σου, καὶ τοῖς ὠσὶν ἄκουε πάντα ὅσα ἐγὼ λαλῶ μετὰ σοῦ, κατὰ πάντα τά προστάγματα οἴκου Κυρίου καὶ κατὰ πάντα τὰ νόμιμα αὐτοῦ· καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον τοῦ οἴκου κατὰ πάσας τὰς ἐξόδους αὐτοῦ ἐν πᾶσι τοῖς ἁγίοις.

καὶ ἐρεῖς πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ Τάδε λέγει Κύριος ὁ θεός Ἱκανούσθω ὑμῖν ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, οἶκος Ἰσραήλ,

τοῦ εἰσαγαγεῖν ὑμᾶς υἱοὺς ἀλλογενεῖς ἀπεριτμήτους καρδίᾳ καὶ ἀπεριτμήτους σαρκί, τοῦ γίνεσθαι ἐν τοῖς ἁγίοις μου· καὶ ἐβεβήλουν αὐτὰ ἐν τῷ προσφέρειν ὑμᾶς ἄρτους σάρκας καὶ αἷμα, καὶ παρεβαίνετε τὴν διαθήκην μου ἐν πάσαις ταῖς ἀνομίαις ὑμῶν,

καὶ διετάξατε τοῦ φυλάσσειν φυλακὰς ἐν τοῖς ἁγίοις μου.

Διά τοῦτο τάδε λέγει Κύριος ὁ θεός Π ᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ ἀπερίτμητος σαρκὶ οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου ἐν πᾶσιν υἱοῖς ἀλλογενῶν τῶν ὄντων ἐν μέσῳ οἴκου Ἰσραήλ,