Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ τὸ ἁριὴλ πηχῶν τεσσάρων, καὶ ἀπὸ τοῦ ἀριὴλ καὶ ὑπεράνω τῶν κεράτων πῆχυς.

καὶ τὸ ἀριὴλ πηχῶν δώδεκα μήκους, ἐπὶ πήχεις δώδεκα· τετράγωνον ἐπὶ τὰ τέσσερα μέρη αὐτοῦ.

καὶ τὸ ἱλαστήριον πηχῶν δέκα τεσσάρων τὸ μῆκος, ἐπὶ πήχεις δέκα τέσσαρες τὸ εὗρος ἐπὶ τέσσερα μέρη αὐτοῦ, καὶ τὸ γεῖσος αὐτῷ κυκλόθεν [*](AQ) [*](8, 9 και εν φονω και] pr ?? Q? 9 πορνιαν A τον αιωνα] pr εις A 11 και 1⁰] pr ει πως εντραπωσι Qmg ληφονται BᵇQᵃ οικον] + και την ετοι μασιαν αυτου A et (sub θ' ?? ) Q αυτου 1⁰] + και τας εισοδους αυτου A et (sub οι γ' ?? ) Q αυτου 4⁰] + (sub ?? ) και παντας τους νομους αυτου ) διαγραψεις 2⁰] διαγραφεις A φυλαξωνται )Q 12 αγιων] +εισιν. ουτος ο νομος του οικου A + εισιν. (θʼ ?? ουτος ο ν. τ. οικου Q 13 pr tit μετρα θυσιαστηριου και των εντος Qᵐᵍ sup εν πηχει του πηχεος] εν π. τ. πηχεως A εν π. πηχεος Q + (sub αʼθʼ ?? ) και πηχεως Q α' πηχεος το πηχυν πηχεας το κολπωμα ην σʼ πηχισμο πεπηχισμενον Qmg κολπωμα βαθους] το κολπωμα βαθος A κολπ. βαθος Q επι πηχυν] pr πηχυς A γεισος] αʼθʼ οριον σʼ περιορισμον Qmg το χειλος] του χειλους A σπιθαμης] μιας Q 14 μεγα 1⁰] μετα Q* (μεγα Qmg) τουτο] το A πηχος B (πηχεος Bᵃᵇ) πηχυς] υς sup ras Bᵃᵇᵛⁱᵈ πηχεως A 15 αριηλ 1⁰] adnot φως μου θς· ητοι ορος θυ δις το θυσιαστηριο ουτως εκαλεσε Qᵐᵍ 16 δωδεκα 1⁰] δεκα δυο Q δωδεκα 2⁰] δεκα δυο Q + πλαπους A + πλατος Q τεσσαρα Bᵇ 17 τεσσαρες] τεσσαρας Bᵇ ευρος] + τετραγωνον A τεσσερα (τεσσαρα Bᵇ)] pr τα A αυτω] ουτων A)

483
κυκλουμενου αὐτῷ ἥμισυ πήχεος, καὶ τὸ κύκλωμα αὐτοῦ [*](B) πῆχυς κυκλόθεν· καὶ οἱ κλιμακτῆρες αὐτοῦ βλέποντες κατʼ ἀνατολάς.

Καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ταῦτα τὰ προστάγματα τοῦ θυσιαστηρίυυ ἐν ἡμέρᾳ ποιήσεως αὐτοῦ, τοῦ ἀναφέρειν ἐπʼ αὐτοῦ ὁλοκαυτώματι καὶ προσχέειν πρὸς αὐτὸ αἶμα.

καὶ δώσεις τοῖς ἱερεῦσι τοῖς Λευείταις τοῖς ἐκ τοῦ σπέρματος Σαδδοὺκ τοῖς ἐγγίζουσι πρὸς μἐ, λέγει Κύριος ὁ θεός, τοῦ λειτουργεῖν μοι, μόσχον ἐκ βοῶν περὶ ἁμαρτίας.

καὶ λήμψονται ἐκ τοῦ αἵματος αὐτοῦ, καὶ ἐπιθήσουσιν ἐπὶ τὰ τέσσερα κέρατα τοῦ θυσιαστηρίου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱλαστηρίου καὶ ἐπὶ τὴν βάσιν κύκλῳ, καὶ ἐξιλάσοντςι αὐτό.

καὶ λήμψονται τὸν μόσχον τὸν περὶ ἁμαρτίας, καὶ κατακαυθήσεται ἐν τῷ ἀποκεχωρισμένῳ τοῦ οἴκου ἔξωθεν τῶν ἁγίων.

καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ λήμψονται ἐρίφους δύο αἰγῶν ἀμώμους ὑπέρ ἁμαρτίας. καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καθότι ἐξιλάσαντο ἐν τῷ μόσ χῳ

καὶ μετὰ τὸ συντελέσαι σε τὸν ἐξιλασμὸν προσοίσουσι μόσχον ἐκ βοῶν ἄμωμον καὶ κριὸν ἐκ προβάτων ἄμωμον,

καὶ προσοίσετε ἐναντίον Κυρίου· καὶ ἐπιρίψουσιν οἱ ἱερεῖς ἐπʼ αὐτὰ ἄλα, καὶ ἀνοίσουσιν αὐτἀ ὁλοκαυτώματα τῷ κυρίῳ.

ἑπτὰ ἡμέρας ποιήσεις ἔριφον ὑπὲρ ἁμαρτίας καθʼ ἡμέραν καὶ μόσχον ἐκ βοῶν καὶ κριὸν ἐκ προβάτων, ἄμωμα ποιήσουσιν

έπτὰ ἡμέρας· καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καὶ καθαριοῦσιν αὐτό, καὶ πλήσουσιν χεῖρας αὐτῶν.

καὶ ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τά ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν· καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος.

Καὶ ἐπέστρεψέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατʼ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη.

καὶ εἶπεν πρὸς μέ Κύριος Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ δι᾿ αὐτῆς· ὅτι Κύριος ὁ θεὸς τοῦ [*](17 πηχεος] πηχεως A 18 ο θεος Ισραηλ] κς Q ολοκαυτωματα] AQ pr τα A αυτο] το A 19 ιερευσιν AQ Αευιταις AQ τοις εκ] om τοις A τοις εγγιζουσι ( σιν A)] pr και A ο θεος] κς Q του λειτουργειν] του Αευι λειτ. A μοσχων A 20 ληψ ονται Qᵃ : item 2 1, 22 επιθη- σουσι Β* (.σιν Bᵃᵇ) κυκλω] + και περιραντιεις αυτο A et (sub ??) Q αυτο] αυτον A 21 περι] υπερ AQ 22 σιγων] pr απο A καθοτι] καθως A μοχου A (μοσχ. Aᵃ? 23 προσοισουσιν AQ προβατων] pr των AQ 24 επιρριψουσιν Bᵇ αλας A 25 προβατων] pr των AQ 26 καθαρι- σουσιν A πλησουσι Q χειρας ουτων] τας χειρας αυτης A 27 και 1⁰] pr (sub ?? ) και συντελεσουσιν τας ημερας Q Κυριος] pr κη Q XLIV 2 προς με Κυριος] κς προς με A om ουκ ανοιχθησεται A)

484
[*](B) Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη.

διότι ὁ ἡγούμενος, οὗτος καθήσεται ἐν αὐτῆ τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου· κατά τὴν ὁδὸν αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται.

καὶ εἰσήγαγέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου· καὶ ἴδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ κυρίου, καὶ πίπτω ἐπὶ πρόσωπόν μου.

καὶ εἶπεν Κύριος πρὸς μέ Υἱὲ ἀνθρώπου, τάξον εἰς τὴν καρδίαν σου, καὶ ἴδὲ τοῖς ὀφθαλμοῖς σου, καὶ τοῖς ὠσὶν ἄκουε πάντα ὅσα ἐγὼ λαλῶ μετὰ σοῦ, κατὰ πάντα τά προστάγματα οἴκου Κυρίου καὶ κατὰ πάντα τὰ νόμιμα αὐτοῦ· καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον τοῦ οἴκου κατὰ πάσας τὰς ἐξόδους αὐτοῦ ἐν πᾶσι τοῖς ἁγίοις.

καὶ ἐρεῖς πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ Τάδε λέγει Κύριος ὁ θεός Ἱκανούσθω ὑμῖν ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, οἶκος Ἰσραήλ,

τοῦ εἰσαγαγεῖν ὑμᾶς υἱοὺς ἀλλογενεῖς ἀπεριτμήτους καρδίᾳ καὶ ἀπεριτμήτους σαρκί, τοῦ γίνεσθαι ἐν τοῖς ἁγίοις μου· καὶ ἐβεβήλουν αὐτὰ ἐν τῷ προσφέρειν ὑμᾶς ἄρτους σάρκας καὶ αἷμα, καὶ παρεβαίνετε τὴν διαθήκην μου ἐν πάσαις ταῖς ἀνομίαις ὑμῶν,