Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπεν πρὸς μέ Αἱ ἐξέδραι αἱ πρὸς βορρᾶν καὶ αἱ ἐξέδραι αἱ πρὸς νότον, οὖσαι κατὰ πρόσωπον τῶν διαστημάτων, αὗταί εἰσιν αἱ ἐξέδραι τοῦ ἁγίου, ἐν αἷς φάγονται ἐκεῖ οἱ ἱερεῖς υἱοὶ Σαδδοὺκ οἱ ἐγγίζοντες πρὸς Κύριον τά ἅγια τῶν ἁγίων· καὶ ἐκεῖ θήσουσιν τὰ ἅγια τῶν ἁγίων καὶ τὴν θυσίαν καὶ τά περὶ ἁμαρτίας καὶ τὰ περὶ ἀγνοίας, διότι ὁ τόπος ἄγιος.

οὐκ εἰσελεύσονται ἐκεῖ παρέξ τῶν ἱερέων, οὐκ ἐξελεύσονται ἐκ τοῦ ἁγίου εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ὅπως διά παντὸς ἅγιοι ὦσιν οἱ προσάγοντες· καὶ μὴ ἅπτωνται τοῦ στολισμοῦ αὐτῶν ἐν οἶς λειτουργοῦσιν ἐν αὐτοῖς, διότι ἅγιά ἐστιν· καὶ ἐυδύσονται ἱμάτια ἕτερα ὅταν ἄπτωνται τοῦ λαοῦ.

Καὶ συνετελέσθη ἡ διαμέτρησις τοῦ οἴκου ἔσωθεν. καὶ ἐξήγαγέν με καθʼ ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς ἀνατολάς, καὶ διεμέτρησεν τὸ υπόδειγμα τοῦ οἴκου κυκλόθεν ἐν διατάξει.

καὶ ἔστη κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ διεμέτρησεν πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου.

καὶ ἐπέστρεψεν πρὸς βορρᾶν καὶ διεμέτρησεν τὸ κατὰ πρόσαωπον τοῦ βορρᾶ, πήχεις πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου.

καὶ ἐπέστρεψεν πρὸς θάλασσαν καὶ διεμέτρησεν τὸ κατὰ πρόσωπον [*](AQ) [*](8 αι αντιπροσ ] 0m αι A πηχων 2⁰] πηχεων A 10 περιπατου] pr του A και κατα προσ. του διοριζοντος] pr 4 Q αι εξεδραι] om αι Q 11 εξεδρων] pr των A + (sub ?? την δον Q om και 2⁰ A 12 κατ] κατα Q 13 αι προς νοτον] om αι Q ουσαι] pr αι A) διαστε- ματω) A υιοι Σαδδουκ] pr οι AQ (pr A Q?) om και εκει θησουσιν τα αγια των αγιων A θυσιν Q* (σιαν Qᵃ) περι 2⁰] υπερ Q αγιος] + εστιν A εισελευσονται] εισελευσεται A | ουκ 2⁰] pr και A οπως. .οι προσαγοντες] p ?? Q? ε ν οις B εν οις B? ενδυσονται ιματια ετερα] ιματια ενδυσονται τα ετερα Q 15 pr tit συνετελεσθη η διαμετρησις του ναου Qmg προς] κατα Bab mg κατ A 16 κατα 2⁰] κατ AQ 17 μειρου (-του B -τρου Bᵃᵇ)] +(sub ) κυκλω Q)

481
θαλάσσης, πεντακοσίους ἐυ τῷ καλάμῳ τοῦ μέτρου.

καὶ ἐπέστρεψεν [*](B) πρὸς νότον καὶ διεμέτρησεν κατέναντι τοῦ υὀτου, πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου,

τά τέσσερα μέρη τοῦ αὐτοῦ καλάμου· καὶ διέταξεν αὐτὸν καὶ περίβολον αὐτῶν κύκλῳ, πεντακοσίων πρὸς ἀνατολὰς καὶ πεντακοσίων πηχῶν εὖρος, τοῦ διαστέλλειυ ἀνὰ μέσον τῶν ἁγίων καὶ ἀνὰ μέσον τοῦ προτειχίσματος τοῦ ἐν διατάξει τοῦ οἴκου.

Καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολάς, καὶ ἐξήγαγέν με·

καὶ ἰδοὺ δόξα θεοῦ Ἰσραὴλ ἤρχετο κατά τὴν ὁδὸν τὴν πρὸς ἀνατολάς, καὶ φωνὴ τῆς παρεμβολῆς ὡς φωνὴ διπλασιαζόντων πολλῶν· καὶ ἡ γῆ ἐξέλαμπεν ὡς φέγγος ἀπὸ τῆς δόξης κυκλόθεν.

καὶ ἡ ὅρασις ἣν ἴδον κατὰ τὴν ὅρασιν ἣν ἴδον ὅτε εἰσεπορευόμην τοῦ χρῖσαι τὴν πόλιν, καὶ ἡ ὅρασις τοῦ ἄρματος οὗ ἴδον κατά τὴν ὅρασιν ἣν ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ πίπτω ἐπὶ πρόσωπόν μου.