Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἕως πλησίον τῆς ἐσωτέρας καὶ ἕως τῆς ἐξωτέρας. καὶ ἐφʼ ὅλον τὸν τοῖχον κύκλῳ, ἐν τῷ ἔσωθεν καὶ ἐν τῷ ἔξωθεν,

γεγλυμμένα χερουβείν· καὶ φοίνικες ἀνὰ μέσον χεροὺβ καὶ ἀνά μέσον χερούβ. δύο πρόσωπα τῷ χερούβ,

πρόσωπον ἀνθρώπου πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν, καὶ πρόσωπον λέοντος πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν· διαγεγλυμμένος ὁ οἶκος κυκλόθεν·

ἐκ τοῦ ἐδάφους ἕως τοῦ φατνώματος, τὰ χερουβεὶν καὶ οἱ φοίνικες διαγεγλυμμένοι.

καὶ τὸ ἅγιον καὶ ὁ ναὸς ἀναπτυσσόμενος τετράγωνα· [*](AQ) [*](9 τα ανα] om τα AQ 10 ευρος] pr και A πηχεων A του οικου A | κυκλω] + (sub ?? ) κυκλω Q 11 θυραι] θυριδες A του φωτος] το φως Q | πλατος] pr ?? Q? 12 αιθριζον] διορίζον AQ απολοιπου] + (sub ) οδον Q | θαλασσαν] + (sub σʼ ?? ) πλατους Q πηχων] πηχεων A πλατος] pr και Q | πηχεων 1⁰] πηχων Q πηχεων ενενηκοντα] ενεν. πηχεων Q 13 κατεναντι] pr ?? Q? πηχων 1⁰] πηχεων A 15 μηκος 1⁰] τον τοιχον A πηχων AQ το μηκος] pr ?? Q? πεφατνωμενα] νω sup ras Bb (φατμω B*) 16 θυ. ριδες 1⁰] pr αι BᵃᵇAQ κυκλω 2⁰] + (sub ?? ) κυκλω Q και εκ του εδα- φψους] pr ?? Q? τρισσως] pr A Q? 17 εως 1⁰] + του οικου Q τοιχον] οικον AQ κυκλω] κυκλοθεν A εξωθεν] μετρα A et (sub ?? ) )Q 18 γεγλυμ- μενα] pr και A et (sub ?? ) Q κερουβιν Bᵇ; item 2o φοινικες] + και φοινιξ A et (sub θ' ?? ) Q om μεσον 10 Β* (hab Bᵃᵇᵐᵍ) χερουβ και ανα μεσον χερουβ] γερουβειμ χερουβ· A χερουβειμ και χερουβ Q τω χερουβ τε χ. B (τω χ. Bᵃᵇ) των χ. A 19 ο οικος] pr ολος AQ 20 κερου- βειμ Q 21 αναπτυσσομενος] αναπτυσσομενα A αναπτυσσομενοι Q)

479
κατὰ πρόσωπον τῶν ἁγίων ὄρἀσις ὡς ὄψις

θυσιαστηρίου [*](B) ξυλίνου, πηχῶν τριῶν τὸ ὕψος αὐτοῦ, καὶ τὸ μῆκος πηχῶν δύο, καὶ τὸ εὖρος πηχῶν δύο· καὶ κέρατα εἶχεν, καὶ ἡ βάσις αὐτοῦ καὶ οἱ τοῖχοι αὐτοῦ ξύλινοι. καὶ εἶπεν πρὸς μέ Ἀὕτη ἡ τράπεζα ἡ πρὸ προσώπου. καὶ δύο θυρώματα τῷ ναῷ,

καὶ δύο θυρώματα τῷ ἁγίῳ·

τοῖς δυσὶ θυρώμασι τοῖς στροφωτοῖς, δύο θυρώματα τῷ ἑνί, καὶ δύο θυρώματα τῇ θύρχ τῇ δευτέρᾳ.

καὶ γλυφὴ ἐπʼ αὐτῶν, καὶ ἐπὶ τὰ θυρώματα τοῦ ναοῦ χερουβείν, καὶ φοίνικες κατὰ τὴν γλυφὴν τῶν ἁγίων, καὶ σπουδαῖα ξύλα κατὰ πρόσωπον τοῦ αἰλάμ ἔξωθεν,

καὶ θυρίδες κρυπταί. καὶ διεμέτρησεν ἔνθεν καὶ ἔνθεν, εἰς τὰ ὀροφώματα τοῦ αἰλάμ, καὶ τὰ πλευρά τοῦ οἴκου ἐζυγωμένα.

Καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν κατὰ ἀνατολάς κατέναντι τῆς πύλης τῆς πρὸς βορρᾶν· καὶ εἰσήγαγέν με, καὶ ἰδοὺ ἐξέδραι πέντε ἐχόμεναι τοῦ ἀπολοίπου καὶ ἐχόμεναι τοῦ διορίζοντος πρὸς βορρᾶν,