Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ διεμέτρησεν μῆκος τοῦ διορἰζοντος κατὰ πρόσαωπον τοῦ ἀπολοίπου τῶν κατόπισθεν τοῦ οἴκου ἐκείνου, καὶ τὰ ἀπόλοιπα ἔνθεν καὶ ἔνθεν πήχεων ἑκατὸν τὸ μῆκος. καὶ ὁ ναὸς καὶ αἱ γωνίαι καὶ τὸ αἰλὰμ τὸ ἐξώτερον πεφατνωμένα.

καὶ θυρίδες δικτυωταί, ὑποφαύσεις κύκλῳ τοῖς τρισὶν /ὤστε διακύπτειν· καὶ ὁ οἶκος καὶ τὰ πλησίον ἐξυλωμένα κύκλῳ, καὶ τὸ ἔδαφος καὶ ἐκ τοῦ ἐδάφους ἔως τῶν θυρίδων, καὶ αἱ θυρίδες ἀναπτυσσόμεναι τρισσῶς εἰς τὸ διακύπτειν.

καὶ ἕως πλησίον τῆς ἐσωτέρας καὶ ἕως τῆς ἐξωτέρας. καὶ ἐφʼ ὅλον τὸν τοῖχον κύκλῳ, ἐν τῷ ἔσωθεν καὶ ἐν τῷ ἔξωθεν,

γεγλυμμένα χερουβείν· καὶ φοίνικες ἀνὰ μέσον χεροὺβ καὶ ἀνά μέσον χερούβ. δύο πρόσωπα τῷ χερούβ,

πρόσωπον ἀνθρώπου πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν, καὶ πρόσωπον λέοντος πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν· διαγεγλυμμένος ὁ οἶκος κυκλόθεν·

ἐκ τοῦ ἐδάφους ἕως τοῦ φατνώματος, τὰ χερουβεὶν καὶ οἱ φοίνικες διαγεγλυμμένοι.