Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ εἰσήγαγέν με εἰς τὸν ναόν, ᾧ διεμέτρησεν τὸ αἰλὰμ πηχῶν ἔξ τὸ πλάτος ἔνθεν,

καὶ πηχῶν ἕξ τὸ εὖρος τοῦ αἰλὰμ ἔνθεν, (2) καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δέκα, καὶ ἐπωμίδες τοῦ πυλῶνος πηχῶν πέντε ἔνθεν καὶ πηχῶν πέυτε ἔυθεν. καὶ διεμέτρησεν τὸ μῆκος αὐτοῦ πηχῶν τεσσεράκοντα καὶ τὸ εὖρος πηχῶν εἵκοσι.

καὶ εἰσῆλθεν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ διεμέτρησεν τὸ αἳλ τοῦ θυρώματος πηχῶν δύο, καὶ τὸ θύρωμα πηχῶν ἕξ, καὶ τὰς ἐπωμίδας τοῦ θυρώματος πηχῶν ἑπτὰ ἔνθεν καὶ πηχῶν ἑπτὰ ἔνθεν.

καὶ διεμέτρησεν τὸ μῆκος τῶν θυρῶν πηχῶν τεσσεράκοντα καὶ εὖρος πηχῶν εἵκοσι κατὰ πρόσωπον τοῦ ναοῦ. καὶ εἶπεν Τοῦτο τὸ ἅγιον τῶν ἁγίων.

καὶ διεμέτρησεν τὸν τοῖχον τοῦ οἴκου πηχῶν ἕξ καὶ τὸ εὖρος τῆς πλευρᾶς πηχῶν τεσσάρων κυκλόθεν,

καὶ πλευρὰ πλευρὸν ἐπὶ πλευρὸν τριάκοντα τρὶς δίς· καὶ διάστημα ἐν τῷ τοίχῳ τοῦ οἴκου ἐν τοῖς πλευροῖς κύκλῳ τοῦ εἶναι τοῖς ἐπιλαμβανομένοις ὀρᾷν, ὅπως τὸ παρὰ πᾶν μὴ ἄπτωνται τῶν τοίχαων τοῦ οἴκου.

καὶ τὸ εὖρος τῆς ἀνωτέρας τῶν πλευρῶν κατὰ τὸ πρόσθεμα ἐκ τοῦ τοίχου, πρὸς τὴν ἀνωτέραν κύκλῳ τοῦ οἴκου, ὅπως διαπλατύνηται ἄνωθεν, καὶ ἐκ τῶν κάτωθεν ἀναβαίνωσιν ἐπὶ τὰ ὑπερῷα καὶ ἐκ τῶν γεισῶν ἐπὶ τὰ τριώροφα,

καὶ τὸ θραὲλ τοῦ οἴκου ὔψος κύκλῳ διάστημα τῶν πλευρῶν ἴσον τῷ καλάμῳ πήχεων ἔξ. διαστήματα