Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ. μία κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν φέρουσα πρὸς νότον, καὶ μία κατὰ νώτου τῆς πύλης τῆς πρὸς νότον βλεπούσης δέ πρὸς βορρᾶν.

καὶ εἶπεν πρὸς μέ Ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς νότον, τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ οἴκου·

καὶ ἡ ἐξέδρα ἡ βλέπουσα πρὸς βορρᾶν, τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ θυσιαστηρίου· ἐκεῖνοί εἰσιν οἱ υἱοὶ Σαδδοὺκ οἱ ἐγγίζοντες ἐκ τοῦ Λευεὶ πρὸς Κύριον λειτουργεῖν αὐτῷ.

καὶ διεμέτρησεν τὴν αὐλὴν μῆκος πήχεων ἑκατὸν καὶ εὖρος πήχεις ἑκατὸν ἐπὶ τὰ τέσσερα μέρη αὐτῆς, καὶ τὸ θυσιαστήριον ἀπέναντι τοῦ οἴκου.

Καὶ εἰσήγαγέν με εἰς τὸ αἰλὰμ τοῦ οἴκου. καὶ διεμέτρησεν τὸ αἲλ τοῦ αἰλὰμ πηχῶν πέντε τὸ πλάτος ἔνθεν καὶ πηχῶν πέντε ἔνθεν, καὶ τὸ εὖρος τοῦ θυρὠματος πηχῶν δέκα τεσσάρων, καὶ ἐπωμίδες τῆς θύρας τοῦ αἰλάμ [*](AQ) [*](39 υπερ 2⁰] pr τα A 40 κατα] seq ras 3 vet 4 litt in B των] incep ο Q* ολοκαυτωματων] + (sub α’ ??) εις θυρα πυλης Q προς ανατολας] pr ?? Q? κατα ανατολας] και η (sic) τραπεζαι κατ ανατολας A κατ ανατ. Q (sub ?? Q?) 41 τεσσαρες 1⁰] + τραπεζαι ) τεσσαρες 2⁰] + τραπεζαι Q νωτου] pr τα Q πυλης] + των οκτω τραπεζω των θυμιαματων Q* (τ. θυμ. sub ?? Q?) σφαξουσι (σιν A)] σφαζουσιν Q των οκτω τραπεζων των θυματων] πηχων δεκα τεσσαρων (sob ?? Q?) Q θυματων] θυμιαματων A 42 πηχεος και...το μηκος] το μηκος πηχεος ενος και ημισους και το πλατος πηχεος ( ενος Qᵃ) και ημισους Q ημισους 2⁰] pr και A αυτα] αυτας A om τα σκευη A 43 γεισος παλαιστην εξουσιν Q εσωθεν] εξωθεν A κυκλω] + (sub ?? ) κυκλω Q 44 εξεδραι δυο Q αυλη] πυλη Q 45 ιερευσιν A item 46 φυλασσουσιν A : item 46 46 βορρα Q Σαδδουχ A Αευι A) 47 πηχεις] πηχεων A τεσσαρα Bᵇ 48 το αιλ του αιλαμ πηχων] το αιλαμ πηχεων A το δια του αιλαμ πηχεων Q το πλατος] pr ?? Q? πηχων 2⁰] πηχεων AQ το ευρος] om το Q πηχων 30, 4, 5⁰] πηχεων A και επωμιδες της θυρας του αιλαμ]) pr?? Q?)

477
πηχῶν τριῶν ἔνθεν καὶ πηχῶν τριῶν ἔνθεν.

καὶ τὸ μῆκος τοῦ [*](B) αἰλάμ πηχῶν εἴκοσι, καὶ τὸ εὖρος πηχῶν δώδεκα· καὶ ἐπὶ δέκα ἀναβαθμῶν ἀνέβαινον ἐπʼ αὐτό, καὶ στύλοι ἦσαν ἐπὶ τὸ αἰλάμ, εἰς ἔνθεν καὶ εἰς ἐντεῦθεν.

Καὶ εἰσήγαγέν με εἰς τὸν ναόν, ᾧ διεμέτρησεν τὸ αἰλὰμ πηχῶν ἔξ τὸ πλάτος ἔνθεν,

καὶ πηχῶν ἕξ τὸ εὖρος τοῦ αἰλὰμ ἔνθεν, (2) καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δέκα, καὶ ἐπωμίδες τοῦ πυλῶνος πηχῶν πέντε ἔνθεν καὶ πηχῶν πέυτε ἔυθεν. καὶ διεμέτρησεν τὸ μῆκος αὐτοῦ πηχῶν τεσσεράκοντα καὶ τὸ εὖρος πηχῶν εἵκοσι.

καὶ εἰσῆλθεν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ διεμέτρησεν τὸ αἳλ τοῦ θυρώματος πηχῶν δύο, καὶ τὸ θύρωμα πηχῶν ἕξ, καὶ τὰς ἐπωμίδας τοῦ θυρώματος πηχῶν ἑπτὰ ἔνθεν καὶ πηχῶν ἑπτὰ ἔνθεν.

καὶ διεμέτρησεν τὸ μῆκος τῶν θυρῶν πηχῶν τεσσεράκοντα καὶ εὖρος πηχῶν εἵκοσι κατὰ πρόσωπον τοῦ ναοῦ. καὶ εἶπεν Τοῦτο τὸ ἅγιον τῶν ἁγίων.

καὶ διεμέτρησεν τὸν τοῖχον τοῦ οἴκου πηχῶν ἕξ καὶ τὸ εὖρος τῆς πλευρᾶς πηχῶν τεσσάρων κυκλόθεν,