Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ τέσσαρες τράπεζαι τῶν ὁλοκαυτωμάτων λίθιναι λελαξευμέναι πήχεος καὶ ἡμίσους τὸ πλάτος, καὶ πήχεων δύο ἡμίσους τὸ μῆκος, καὶ ἐπὶ πῆχυν τὸ ὕψος· ἐπʼ αὐτά ἐπιθήσουσιν τὰ σκεύη, ἐν οἷς σφάζουσιν ἐκεῖ τὰ ὁλοκαυτωώματα καὶ τὰ θύματα.

καὶ παλαιστὴν ἕξουσιν γεἷσος λελαξευμένον ἔσωθεν κύκλῳ, καὶ ἐπὶ τὰς τραπέζας ἐπάνωθεν στέγας τοῦ καλύπτεσθαι ἀπὸ τοῦ ὑετοῦ καὶ ἀπὸ τῆς ξηρασίας.

καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ. μία κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν φέρουσα πρὸς νότον, καὶ μία κατὰ νώτου τῆς πύλης τῆς πρὸς νότον βλεπούσης δέ πρὸς βορρᾶν.

καὶ εἶπεν πρὸς μέ Ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς νότον, τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ οἴκου·

καὶ ἡ ἐξέδρα ἡ βλέπουσα πρὸς βορρᾶν, τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ θυσιαστηρίου· ἐκεῖνοί εἰσιν οἱ υἱοὶ Σαδδοὺκ οἱ ἐγγίζοντες ἐκ τοῦ Λευεὶ πρὸς Κύριον λειτουργεῖν αὐτῷ.

καὶ διεμέτρησεν τὴν αὐλὴν μῆκος πήχεων ἑκατὸν καὶ εὖρος πήχεις ἑκατὸν ἐπὶ τὰ τέσσερα μέρη αὐτῆς, καὶ τὸ θυσιαστήριον ἀπέναντι τοῦ οἴκου.

Καὶ εἰσήγαγέν με εἰς τὸ αἰλὰμ τοῦ οἴκου. καὶ διεμέτρησεν τὸ αἲλ τοῦ αἰλὰμ πηχῶν πέντε τὸ πλάτος ἔνθεν καὶ πηχῶν πέντε ἔνθεν, καὶ τὸ εὖρος τοῦ θυρὠματος πηχῶν δέκα τεσσάρων, καὶ ἐπωμίδες τῆς θύρας τοῦ αἰλάμ [*](AQ) [*](39 υπερ 2⁰] pr τα A 40 κατα] seq ras 3 vet 4 litt in B των] incep ο Q* ολοκαυτωματων] + (sub α’ ??) εις θυρα πυλης Q προς ανατολας] pr ?? Q? κατα ανατολας] και η (sic) τραπεζαι κατ ανατολας A κατ ανατ. Q (sub ?? Q?) 41 τεσσαρες 1⁰] + τραπεζαι ) τεσσαρες 2⁰] + τραπεζαι Q νωτου] pr τα Q πυλης] + των οκτω τραπεζω των θυμιαματων Q* (τ. θυμ. sub ?? Q?) σφαξουσι (σιν A)] σφαζουσιν Q των οκτω τραπεζων των θυματων] πηχων δεκα τεσσαρων (sob ?? Q?) Q θυματων] θυμιαματων A 42 πηχεος και...το μηκος] το μηκος πηχεος ενος και ημισους και το πλατος πηχεος ( ενος Qᵃ) και ημισους Q ημισους 2⁰] pr και A αυτα] αυτας A om τα σκευη A 43 γεισος παλαιστην εξουσιν Q εσωθεν] εξωθεν A κυκλω] + (sub ?? ) κυκλω Q 44 εξεδραι δυο Q αυλη] πυλη Q 45 ιερευσιν A item 46 φυλασσουσιν A : item 46 46 βορρα Q Σαδδουχ A Αευι A) 47 πηχεις] πηχεων A τεσσαρα Bᵇ 48 το αιλ του αιλαμ πηχων] το αιλαμ πηχεων A το δια του αιλαμ πηχεων Q το πλατος] pr ?? Q? πηχων 2⁰] πηχεων AQ το ευρος] om το Q πηχων 30, 4, 5⁰] πηχεων A και επωμιδες της θυρας του αιλαμ]) pr?? Q?)

477
πηχῶν τριῶν ἔνθεν καὶ πηχῶν τριῶν ἔνθεν.

καὶ τὸ μῆκος τοῦ [*](B) αἰλάμ πηχῶν εἴκοσι, καὶ τὸ εὖρος πηχῶν δώδεκα· καὶ ἐπὶ δέκα ἀναβαθμῶν ἀνέβαινον ἐπʼ αὐτό, καὶ στύλοι ἦσαν ἐπὶ τὸ αἰλάμ, εἰς ἔνθεν καὶ εἰς ἐντεῦθεν.

Καὶ εἰσήγαγέν με εἰς τὸν ναόν, ᾧ διεμέτρησεν τὸ αἰλὰμ πηχῶν ἔξ τὸ πλάτος ἔνθεν,

καὶ πηχῶν ἕξ τὸ εὖρος τοῦ αἰλὰμ ἔνθεν, (2) καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δέκα, καὶ ἐπωμίδες τοῦ πυλῶνος πηχῶν πέντε ἔνθεν καὶ πηχῶν πέυτε ἔυθεν. καὶ διεμέτρησεν τὸ μῆκος αὐτοῦ πηχῶν τεσσεράκοντα καὶ τὸ εὖρος πηχῶν εἵκοσι.

καὶ εἰσῆλθεν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ διεμέτρησεν τὸ αἳλ τοῦ θυρώματος πηχῶν δύο, καὶ τὸ θύρωμα πηχῶν ἕξ, καὶ τὰς ἐπωμίδας τοῦ θυρώματος πηχῶν ἑπτὰ ἔνθεν καὶ πηχῶν ἑπτὰ ἔνθεν.

καὶ διεμέτρησεν τὸ μῆκος τῶν θυρῶν πηχῶν τεσσεράκοντα καὶ εὖρος πηχῶν εἵκοσι κατὰ πρόσωπον τοῦ ναοῦ. καὶ εἶπεν Τοῦτο τὸ ἅγιον τῶν ἁγίων.

καὶ διεμέτρησεν τὸν τοῖχον τοῦ οἴκου πηχῶν ἕξ καὶ τὸ εὖρος τῆς πλευρᾶς πηχῶν τεσσάρων κυκλόθεν,

καὶ πλευρὰ πλευρὸν ἐπὶ πλευρὸν τριάκοντα τρὶς δίς· καὶ διάστημα ἐν τῷ τοίχῳ τοῦ οἴκου ἐν τοῖς πλευροῖς κύκλῳ τοῦ εἶναι τοῖς ἐπιλαμβανομένοις ὀρᾷν, ὅπως τὸ παρὰ πᾶν μὴ ἄπτωνται τῶν τοίχαων τοῦ οἴκου.

καὶ τὸ εὖρος τῆς ἀνωτέρας τῶν πλευρῶν κατὰ τὸ πρόσθεμα ἐκ τοῦ τοίχου, πρὸς τὴν ἀνωτέραν κύκλῳ τοῦ οἴκου, ὅπως διαπλατύνηται ἄνωθεν, καὶ ἐκ τῶν κάτωθεν ἀναβαίνωσιν ἐπὶ τὰ ὑπερῷα καὶ ἐκ τῶν γεισῶν ἐπὶ τὰ τριώροφα,

καὶ τὸ θραὲλ τοῦ οἴκου ὔψος κύκλῳ διάστημα τῶν πλευρῶν ἴσον τῷ καλάμῳ πήχεων ἔξ. διαστήματα

καὶ εὖρος τοῦ τοίχου τῆς πλευρᾶς ἔξωθεν πηχῶν πέντε, [*](48 om και πηχων τριων ενθεν Q* (hab Qᵐᵍ) 49 πηχων bis] πηχεις A AQ δωδεκα] δεκα Q αναβαθμων δεκα Q το αιλαμ] τα αιλαμ A εις bis] pr?? Q? εντευθεν] ενθεν AQ XL 1 1 ω] και A πηχων] πηχεις A 2 πηχων 10, 40. 50, 6⁰] πηχεις A πηχων 20, 3⁰] πηχεων A om του αιλαμ Q ενθεν 1⁰] + (sub α’ ?? ) πλατος της σκηνης Q επωμιδες] α ωμοι θʼ ωμια σʼ ωμιαι Qmg πεντε πηχων bis Q αυτου] αυτης A τεσσαρακοντα Bᵇ; item 4 το ευρος 2⁰] om το AQ 3 αιλ] αιλαμ AQ α’ στηριγμα της θυρας σʼ το περι την θυρα Qmg πηχων quater] πηχεις A δυο πηχων Q και το θυρωμα πηχων εξ ασʼ ?? και την θυραν εξ πηχεις Q ενθεν και πηχων επτα ενθεν] pr ?? Q? 4 μηκος των θυρων] ευρος τυ θυρωματων A πηχων bis] πη- χεις A ειπεν] + προς με A et (sub ?? ) Q 5 πηχων bis] πηχεις A τεσσαρων] τεσσαρες A κυκλοθεν] + τω οικω κυκλω Q 6 πλευρα] pr τα AQ τρις (τρεις Q)] pr και AQ διαστεμα A πλευροις] + του οικου A 7 των πλευρων...προσθεμα] κατα το προσθεμα των πλευρω Q τοιχου] οικου A κυκλω] + (sub ?? κυκλω Q διαπλατυνηται] + ο οικος (sub ?? ) Q αναβαινου- σιν Q γεικων] μεσων AQ 7—8 om επι τα τριωροφα και το θραελ Qa 8 το θραελ] του θρ. A om εξ A διαστημα AQ 9 πηχεων A)

478
[*](B) καὶ τὰ ἀπόλοιπα τὰ ἀνὰ μέσον τῶν πλευρῶν τοῦ οἴκου

καὶ ἀνὰ μέσον τῶν ἐξεδρῶν εὖρος πηχῶν εἵκοσι, τὸ περιφερές τῷ οἴκῳ κύκλῳ.

καὶ αἱ θύραι τῶν ἐξεδρῶν ἐπὶ τὸ ἀπόλοιπον τῆς θύρας τῆς μιᾶς τῆς πρὸς βορρᾶν· καὶ ἡ θύρα ἡ μία πρὸς νότον, καὶ τὸ εὐρος τοῦ φωτὸς τοῦ ἀπολοίπου, πηχῶν πέντε πλάτος κυκλόθεν.

καὶ τὸ αἰθρίζον κατὰ πρόσωπον τοῦ ἀπολοίπου ὡς πρὸς θάλασσαν πηχῶν ἑβδομήκοντα, πλάτος τοῦ τοίχου τοῦ διορίζοντος πήχευν πέντε, εὖρος κυκλόθεν καὶ μῆκος αὐτοῦ πήχεων ἐνενήκοντα.