Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ τὰ θεὲ καὶ τὰ αἰλεὺ καὶ τὰ αἰλαμμῶν κατὰ τὰ μέτρα ταῦτα, καὶ θυρίδες αὐτῇ καὶ τῷ αἰλαμμῶν κύκλῳ· πήχεις πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ τὸ εὖρος πήχεις εἴκοσι πέντε

τοῦ αἰλὰμ εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αἰλεύ, καὶ ὀκτὼ κλιμακτῆρες.

καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολάς, καὶ διεμέτρησεν αὐτὴν κατὰ τὰ μέτρα ταῦτα,

καὶ τὰ θεὲ καὶ τὰ αἰλεὺ καὶ τὰ αἰλαμμὼν κατὰ τὰ μέτρα ταῦτα, καὶ θυρίδες αὐτῇ καὶ αἰλαμμὼν κύκλῳ, πήχεις πεντήκοντα μῆκος αὐτῆς, καὶ εὖρος πήχεις εἴκοσι πέντε.

καὶ αἰλαμμὼν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ φοίνικες ἐπὶ τοῦ αἰλεὺ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.

καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν πρὸς βορρᾶν, καὶ διεμέτρησεν κατὰ τὰ μέτρα ταῦτα,

καὶ τὰ θεὲ καὶ τὰ αἰλεὺ καὶ τὰ αἰλαμμών, καὶ θυρίδες αὐτῇ κύκλῳ, καὶ τῷ αἰλαμμὼν αὐτῆς· πήχεις πεντήκοντα μῆκος αὐτῆς, καὶ εὖρος πήχεις εἴκοσι πέντε·

καὶ τὰ αἰλαμμὼν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αἰλεὺ ἔνθευ καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.

Τὰ παστοφόρια αὐτῆς καὶ τὰ θυρώματα αὐτῆς καὶ τὰ αἰλαμμὼν αὐτῆς ἐπὶ τῆς πύλης τῆς δευτέρας ἔκρυσις,

ὅπως σφάζωσιν ἐν αὐτῇ τὰ ὑπέρ ἁμαρτίας καὶ [*](28 πυλην] + (sub θʼ ?? ) την προς νοτο Q τα μετρα] om τα Q* (hab Qmg) AQ 29 αιλευ] ελευ B αιλαμμων 1⁰] αιλαμμωθ AQ ταυτα] τα αυτα A αυτη] αυτης Q τω αιλαμμων] τα αιλαμμωθ A των αιλαμμωθ Q κυκλω] + (sub αʼθʼ Q ) κυκλω Q πεντηκοντα πηχεις Q ευρος] + αυτης A πεντε] + (30) και αιλαμμωθ (αιλαμωθ Q) κυκλω (pr θʼ ?? κυκλω Q) μηκος πεντε και εικοσι πηχεων και πλατος πεντε πηχεων AQ 31 του αιλαμ| και αιλαμμων A θ' ?? και αιλαμμωθ Q κλιμακτηρες] + (sub θ' ?? ) αναβασις αυτου Q 32 βλεπουσαν] + (sub ) οδον Q κατα 1⁰] κατ AQ 33 αιλευ] αιλαυ Q αιλαμμων 1⁰] αιλαμμωθ Q ταυτα] τα αυτα A θυριδες αυτη] αι θυριδες αυτης A αιλαμμων 2⁰] τα αιλαμμωθ A αιλαμμωθ Q κυκλω] + (sub ?? ) κυκλω Q ευρος] το ευρ. αυτης A 34 αιλαμμων] αιλαμμωθ A αιλαμωθ Q 35 εις] προς Q ταυτα] τα αυτα Q 36 τα αιλευ] ταιλευ A*ᵛⁱᵈ (τα αιλ. Aᵃ?) αιλαμμων (1⁰)] αιλαμμω Bᵇ αιλαμμωθ AQ θυριδες αυτη] αι θ. αυτης A θ. αυτης Q τω αιλαμμων] τω αιλαμμω Β* τω αιλαμμων Bᵃᵇ τα αιλαμμωθ A τω αιλαμμωθ Q αυτης 1⁰] + κυκλω A pr ?? Q? πηχεις πεντ.μηκος αυτης] πηχεις πεντ. το μ. αυτ. A μ. αυτ. πεντ. πηχεις Q ευρος] αυτης A πηχεις εικοσι πεντε] πεντε και εικοσι πηχεις Q 37 τα αιλαμμων] τα αιλαμμω Β* (-μων Bᵃᵇ) αιλαμμωθ AQ αιλευ] ελευ A 38 τα παστοφορια] pr και Q αιλαμμων] αιλαμμωθ AQ πυλης] + (sub ??) εκει πλυνουσιν την ολοκαυτωσιν εν δε τω αιλαμ της πυλης Q της δ. εκρ. sub Q? εκρυσις] εκρυσεις Q + εκει πλυνουσιν τη ολοκαυτωσιν A 39 οπως] pr εν δε τω αιλαμ της πυλης ζυο (sic) τραπεζαι ενθε και δυο τραπεζαι ενθεν εκ χρυσιου A pr δυο τραπεζαι ενθεν και δυο τραπεζαι ενθεν Q (ενθεν. ενθεν sub ?? Q?) εν αυτη] τη ολο. καυτωσιν και A αυτη (θʼ ?? ) την ολοκαυτωσιν και Q τα υπ . αμ. sub θ' ?? Q?)

476
[*](B) ὑπέρ ἀγνοίας.

καὶ κατὰ νώτου τοῦ ῥόακος τῶν ὁλοκαυτωμάτων τῆς βλεπούσης πρὸς βορρᾶν, δύο τράπεζαι πρὸς ἀνατολὰς κατὰ νώτου τῆς δευτέρας, καὶ τοῦ αἰλὰμ τῆς πύλης δύο τράπεζαι κατὰ ἀνατολάς.

τέσσαρες ἔνθεν καὶ τέσσαρες ἔνθεν κατὰ νώτου τῆς πύλης, ἐπʼ αὐτὰ σφάξουσι τὰ θύματα, κατέναντι τῶν ὀκτὼ τραπεζῶν τῶν θυμάτων.

καὶ τέσσαρες τράπεζαι τῶν ὁλοκαυτωμάτων λίθιναι λελαξευμέναι πήχεος καὶ ἡμίσους τὸ πλάτος, καὶ πήχεων δύο ἡμίσους τὸ μῆκος, καὶ ἐπὶ πῆχυν τὸ ὕψος· ἐπʼ αὐτά ἐπιθήσουσιν τὰ σκεύη, ἐν οἷς σφάζουσιν ἐκεῖ τὰ ὁλοκαυτωώματα καὶ τὰ θύματα.

καὶ παλαιστὴν ἕξουσιν γεἷσος λελαξευμένον ἔσωθεν κύκλῳ, καὶ ἐπὶ τὰς τραπέζας ἐπάνωθεν στέγας τοῦ καλύπτεσθαι ἀπὸ τοῦ ὑετοῦ καὶ ἀπὸ τῆς ξηρασίας.

καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ. μία κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν φέρουσα πρὸς νότον, καὶ μία κατὰ νώτου τῆς πύλης τῆς πρὸς νότον βλεπούσης δέ πρὸς βορρᾶν.

καὶ εἶπεν πρὸς μέ Ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς νότον, τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ οἴκου·

καὶ ἡ ἐξέδρα ἡ βλέπουσα πρὸς βορρᾶν, τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ θυσιαστηρίου· ἐκεῖνοί εἰσιν οἱ υἱοὶ Σαδδοὺκ οἱ ἐγγίζοντες ἐκ τοῦ Λευεὶ πρὸς Κύριον λειτουργεῖν αὐτῷ.

καὶ διεμέτρησεν τὴν αὐλὴν μῆκος πήχεων ἑκατὸν καὶ εὖρος πήχεις ἑκατὸν ἐπὶ τὰ τέσσερα μέρη αὐτῆς, καὶ τὸ θυσιαστήριον ἀπέναντι τοῦ οἴκου.

Καὶ εἰσήγαγέν με εἰς τὸ αἰλὰμ τοῦ οἴκου. καὶ διεμέτρησεν τὸ αἲλ τοῦ αἰλὰμ πηχῶν πέντε τὸ πλάτος ἔνθεν καὶ πηχῶν πέντε ἔνθεν, καὶ τὸ εὖρος τοῦ θυρὠματος πηχῶν δέκα τεσσάρων, καὶ ἐπωμίδες τῆς θύρας τοῦ αἰλάμ [*](AQ) [*](39 υπερ 2⁰] pr τα A 40 κατα] seq ras 3 vet 4 litt in B των] incep ο Q* ολοκαυτωματων] + (sub α’ ??) εις θυρα πυλης Q προς ανατολας] pr ?? Q? κατα ανατολας] και η (sic) τραπεζαι κατ ανατολας A κατ ανατ. Q (sub ?? Q?) 41 τεσσαρες 1⁰] + τραπεζαι ) τεσσαρες 2⁰] + τραπεζαι Q νωτου] pr τα Q πυλης] + των οκτω τραπεζω των θυμιαματων Q* (τ. θυμ. sub ?? Q?) σφαξουσι (σιν A)] σφαζουσιν Q των οκτω τραπεζων των θυματων] πηχων δεκα τεσσαρων (sob ?? Q?) Q θυματων] θυμιαματων A 42 πηχεος και...το μηκος] το μηκος πηχεος ενος και ημισους και το πλατος πηχεος ( ενος Qᵃ) και ημισους Q ημισους 2⁰] pr και A αυτα] αυτας A om τα σκευη A 43 γεισος παλαιστην εξουσιν Q εσωθεν] εξωθεν A κυκλω] + (sub ?? ) κυκλω Q 44 εξεδραι δυο Q αυλη] πυλη Q 45 ιερευσιν A item 46 φυλασσουσιν A : item 46 46 βορρα Q Σαδδουχ A Αευι A) 47 πηχεις] πηχεων A τεσσαρα Bᵇ 48 το αιλ του αιλαμ πηχων] το αιλαμ πηχεων A το δια του αιλαμ πηχεων Q το πλατος] pr ?? Q? πηχων 2⁰] πηχεων AQ το ευρος] om το Q πηχων 30, 4, 5⁰] πηχεων A και επωμιδες της θυρας του αιλαμ]) pr?? Q?)

477
πηχῶν τριῶν ἔνθεν καὶ πηχῶν τριῶν ἔνθεν.

καὶ τὸ μῆκος τοῦ [*](B) αἰλάμ πηχῶν εἴκοσι, καὶ τὸ εὖρος πηχῶν δώδεκα· καὶ ἐπὶ δέκα ἀναβαθμῶν ἀνέβαινον ἐπʼ αὐτό, καὶ στύλοι ἦσαν ἐπὶ τὸ αἰλάμ, εἰς ἔνθεν καὶ εἰς ἐντεῦθεν.