Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ διεμέτρησεν τὸ πλάτος τῆς αὐλῆς ἀπὸ τοῦ αἰθρίου τῆς πύλης τῆς ἐξωτέρας ἔσωθεν ἐπὶ τὸ αἴθριον τῆς πύλης τῆς βλεπούσης ἔξω, πήχεις ἑκατόν, τῆς βλεπούσης κατʼ ἀνατολάς. καὶ ἤγαγέν με ἐπὶ βορρᾶν,

καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς βορρᾶν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ. καὶ διεμέτρησεν αὐτήν, τό τε μῆκος αὐτῆς καὶ τὸ πλάτος,

καὶ τὸ θεὲ τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν, καὶ τὰ αἰλεὺ καὶ τὰ αἰλαμμῶν καὶ τοὺς φοίνικας αὐτῆς. καὶ ἐγένετο κατὰ τὰ μέτρα τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ πηχῶν εἵκοσι πέντε τὸ εὖρος αὐτῆς.

καὶ αἱ θυρίδες αὐτῆς καὶ τὰ αἰλαμμὼν καὶ οἱ φοίνικες αὐτῆς καθὼς ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς· καὶ ἐυ ἑπτὰ κλιμακτῆρσιν ἀνέβαινον ἐπʼ αὐτόν, καὶ τὰ αἰλὰμ ἔσωθεν.

καὶ πύλη τῇ αὐλῇ τῇ ἐσωτέρᾳ βλέπουσα ἐπὶ πύλην τοῦ βορρᾶ, ὃν τρόπον τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἐκατόν.

καὶ ἤγαγέν με κατὰ νότον, καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς νότον, καὶ διεμέτρησεν αὐτὴν καὶ τὰ θεὲ καὶ τὰ αἰλεὺ καὶ τὰ αἰλαμμὼν κατὰ τά μέτρα ταῦτα.

καὶ αἱ θυρίδες αὐτῆς καὶ τὰ αἰλαμμὼν κυκλόθεν καθὼς αἱ θυρίδες τοῦ αἰλάμ· πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ πηχῶν εἵκοσι πέντε τὸ εὖρος αὐτῆς.

καὶ ἑπτὰ κλιμακτῆρες αὐτῇ καὶ αἰλαμμὼν ἔσωθεν, καὶ φοίνικες αὐτῇ, εἰς ἔνθεν καὶ εἰς ἔνθεν ἐπὶ τὰ αἰλεύ.

καὶ πύλη κατέναντι πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας πρὸς νότον· καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἑκατὸν τὸ εὗρος πρὸς νότον.