Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ παστοφόρια καὶ περίστυλα τῆς αὐλῆς κύκλῳ, τριάκοντα παστοφόρια ἐν τοῖς περιστύλοις,

καὶ αἱ στοαὶ κατὰ νώτου τῶν πυλῶν, κατὰ τὸ μῆκος τῶν πυλῶν τὸ περίστυλον τὸ ὑποκάτω.

[*](7 το (superscr aliq postea ras B?) αιλαμ (2⁰)] το ελαμ B το ελ Q πηχεων] AQ πηχων Q 8 πλατος (πλατο sup ras Bᵃᵇ)] το μηκος A om πλατος και ισον τω καλαμω Q μηκος] το πλατος A 9 αιλαμ 1⁰] αιλ Q adnot προ- πυλον του πυλωνος Qmg πυλης 1⁰] + εσωθε ισον τω καλαμω και διεμετρησεν το ελαμ της πυλης A οκτω πηχων Q τα αιλευ] το αιλευ A adnot το περι αυτο της πυλης στηριγμα Q mg πηχων δυο] π. δεκα A δυο πηχων ) τα αιλαμ]| το αιλαμ A 10 τα θεε] το θες A om θεε 2⁰ Q μετρον 2⁰] pr και A τοις αιλαμ] τω ελαμ A 11 πηχων bis] πηχεων A δεκα πηχων Q 12 επι] κατα A των θεειμ] τω θεε A θεειμ] α στηριγματων σʼ παρασταδων 1 Qmg + (sub θʼ ?? ) πηχεος ενος και πηχεος ενος οριον AQ το θεε] Ωρ. αι παρα- σταδες Qmg πηχεων bis A 13 τοιχου] τειχους AQ θεε 1⁰] θε Q*vid πηεις εικοσι πεντε] om πηχεις A εικοσι πεντε πηχ. Q 14 improb και Βab εξωθεν. θεειμ] εξωθεν πηχεις ικοσι πεντε και το θεεμ A εξηκοντα πηχεις και θεειμ Q | πυλης 2⁰] συλης Q 15 πυλης 1⁰] συλης Q αιθριον 2⁰] +της πυλης A αιλαμ] pr του A προπυλου Qmg πηχων πεντηκοντα] πηχεων οκτω A πεντηκοντα πηχων Q 16 το θεειμ] τα θεε A τα θεειμ Q σʼ παρα- σταδας α στηριγμα Qmg om και επι τα αιλαμ A τοις αιλαμ] τοις αιλαμμωθ Q σʼ ταις περιστασεσιν Qmᵍ θυριδας κυκλω] θυριδες κυκλω A και θυριδες κυκλω ( ) κυκλω Q το αιλαμ] σʼ ταις περιστασεσι adnot τουτεστι ταις περιστηκυιαις περι την αυλην ӄ λεγομεναις υπο Ακυλου στηριγμασιν. Ωρ. Qmg 17 παστοφορια 1⁰] γαζοφυλακια A περιστυλα] + (sob θʼσ' ?? ) πεποιημενα Q της συλης κυκλω] κυκλω της συλης A της αυλ. κυκλω (αʼθʼ ) κυκλω Q 18 αι στοαι] om αι A νωτου] νοτου Q) το υποκατω] τω υπ. A)
474
[*](B)

καὶ διεμέτρησεν τὸ πλάτος τῆς αὐλῆς ἀπὸ τοῦ αἰθρίου τῆς πύλης τῆς ἐξωτέρας ἔσωθεν ἐπὶ τὸ αἴθριον τῆς πύλης τῆς βλεπούσης ἔξω, πήχεις ἑκατόν, τῆς βλεπούσης κατʼ ἀνατολάς. καὶ ἤγαγέν με ἐπὶ βορρᾶν,

καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς βορρᾶν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ. καὶ διεμέτρησεν αὐτήν, τό τε μῆκος αὐτῆς καὶ τὸ πλάτος,

καὶ τὸ θεὲ τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν, καὶ τὰ αἰλεὺ καὶ τὰ αἰλαμμῶν καὶ τοὺς φοίνικας αὐτῆς. καὶ ἐγένετο κατὰ τὰ μέτρα τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ πηχῶν εἵκοσι πέντε τὸ εὖρος αὐτῆς.

καὶ αἱ θυρίδες αὐτῆς καὶ τὰ αἰλαμμὼν καὶ οἱ φοίνικες αὐτῆς καθὼς ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς· καὶ ἐυ ἑπτὰ κλιμακτῆρσιν ἀνέβαινον ἐπʼ αὐτόν, καὶ τὰ αἰλὰμ ἔσωθεν.

καὶ πύλη τῇ αὐλῇ τῇ ἐσωτέρᾳ βλέπουσα ἐπὶ πύλην τοῦ βορρᾶ, ὃν τρόπον τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἐκατόν.

καὶ ἤγαγέν με κατὰ νότον, καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς νότον, καὶ διεμέτρησεν αὐτὴν καὶ τὰ θεὲ καὶ τὰ αἰλεὺ καὶ τὰ αἰλαμμὼν κατὰ τά μέτρα ταῦτα.