Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπόν Τάδε λέγει Κύριος Εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου Συνάχθητε καὶ ἔρχεσθε, συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου, ἣν τέθυκα ὑμῖν θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη Ἰσραήλ, καὶ φάγεσθε κρέα καὶ πίεσθε αἷμα.

κρέα γιγάντων φάγεσθε, καὶ αἶμα ἀρχόντων τῆς γῆς πίεσθε, κριοὺς καὶ μόσχους καὶ τράγους, καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες.

καὶ φάγεσθε στέαρ εἰς πλησμονήν, καὶ πίεσθε αἷμα εἰς μέθην ἀπὸ τῆς θυσίας μου ἧς ἔθυσα ὑμῖν.

καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην καὶ γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν, λέγει Κύριος.

καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν, καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου ἣν ἐποίησα καὶ τὴν χεῖρά μου ἣν ἐπήγαγον ἐπʼ αὐτούς.

καὶ γνώσονται οἶκος Ἰσραὴλ ὅτι ἐγώ εἰμι Κύριος ὁ θεὸς αὐτῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα.

καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ἠχμαλωτεύθησαν οἶκος Ἰσραήλ, ἀνθʼ ὧν ἠθέτησαν § εἰς ἐμέ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν καὶ παρέδωκα [*](§ Γ) αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν, καὶ ἔπεσαν πάντες μαχαίρᾳ.

κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν.

Διὰ τοῦτο τάδε λέγει κύριος Κύριος Nῦν ἀποστρέψω αἰχμαλωσίαν ἐν Ἰακώβ, καὶ ἐλεήσω τὸν οἶκον Ἰσραήλ, καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου.

καὶ λήμψονται τὴν ἀτιμίαν ἑαυτῶν καὶ τὴν ἀδικίαν ἣν ἠδίκησαν, ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπʼ εἰρήνης, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν,

ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνα- γαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν·

καὶ γνωώσονται ὅτι ἐγώ εἰμι Κύριος [*](14 εκζητησουσιν] ζητησουσιν Q* (εκζ. Qmᵍ) + ακριβως A 15 και 1⁰] AQΓ + εσται A om Q την γην] pr πασον A ιδων] pr ο Qmg αυτο 1⁰] αυτω Q θαψουσιν Q γαι] γε BQ το πολυανδρ.] τε π. Β* vid (το π. B?) 17 om ειπον 1⁰ Q Κυριος] pr κς Q πεδιου] αγρου A ην] + εγω Q 20 om και 30 A Κυριος] pr κς AQ 23 επεσον AQvid 25 Κυριος] + ο θς A απο- στρεψω] αναστρεψω AQ αιχμαλωσιαν εν Ιακωβ] την αιχμ. Ιακωβ A αιχμ- Ιακωβ Q 26 λημψονται (ληψ. BᵇQᵃ)] λημψομαι A εαυτων] ουτων AΓ την γην] |της]) γης Γ εκφοβων] + [α]υΙτρυς Γ 27 om των χωρων...ενωπιον Γ των εθνων 3⁰] εθνων πολων A)

472
[*](B) ὁ θεὸς αὐτῶν, ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσιν.

καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, ἀνθʼ οὗ ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ἰσραήλ, λέγει κύριος Κύριος.

Καὶ ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν, ἐν τῷ πραώτῳ μηνὶ δεκάτῃ τοί μηνός, ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου καὶ ἤγαγέν με

ἐν ὁράσει θεοῦ εἰς τὴν γῆν Ἰσραήλ, καὶ ἔθηκέν με ἐπʼ ὄρος ὑψηλὸν σφόδρα, καὶ ἐπʼ αὐτῷ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι.