Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, οἶκος Ἰσραὴλ κατῴιησεν ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὐτῶν καὶ ἐν τοῖς εἰδώλοις αὐτῶν καὶ ταῖς ἀκαθαρσίαις αὐτῶν, καὶ κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου.

καὶ ἐξέχεα τὸν θυμόν μου ἐπʼ αὐτούς,

καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη, καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας· κατὰ τὴν ὁδὸν αὐτῶν καὶ κατὰ τὴν ἁμαρτίαν αὐτῶν ἔκρινα αὐτούς.

καὶ εἰσῆλθον εἰς τὰ ἔθνη οὗ εἰσῆλθον ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτούς Λαὸς Κυρίου οὗτοι, καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασιν.

καὶ ἐφεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσαν οἶκος Ἰσραὴλ ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθοσαν ἐκεῖ

διὰ τοῦτο εἰπὸν τῷ οἴκῳ Ἰσραὴλ Τάδε λέγει Κύριος Οὐχ ὑμῖν ἐγῶ ποιῶ, οἶκος Ἰσραήλ, ἀλλ᾿ ἢ διὰ τὸ ὄνομά [*](10 πολεις] + υμων A η ηρημωμενη οικοδομηθησεται] αιρημωμεναι (sic) AQ οικοδομηθησονται A 11 κτηνη] + (sub αʼθ' ?? ) και αυξηθησονται και πληθυνθησονται Q τα εμπροσθεν] το εμπρ. A 12 γεννησω] δωσω A προστεθητε] προστεθησεσθαι A 13 κυριος] αδωναι A κατεσθιουσα Q* ᵛⁱᵈ (.θουσα Qᵃ) ει] + συ ) ητεκνωμενη] ε 1a sup ras B 14 ατεκνω- σεις ετι] ατεκνωσει σε ουκετι A κυριος] αδωναι A 15 ουκετι εφ υμας] εφ υμας ουκετι Q* (improb ουκ Qᵃ) ονειδισμους λαων] ονειδισμο εθνων A ου μη ανενεγκητε] ου μη ενεγκηται ετι A ου λημψη (ληψ. Qᵃ) ετι Q + (sub ?? ) και το εθνος σου ουκ ατεκνωθησεται ετι Q Κυριος] ο θς A 17 κατω- κησαν A και 1⁰] + εν ταις ακαθαρσιαις ουτων A ταις ακαθαρσιαις] pr εν AQ om και 4⁰ AQ αποκαθημενης] αφεδρου A 18 αυτους] + περι του αιματος ου εξεχεαν εν τη γη (επι την γην Q) και εν τοις ειδωλοις (ιδ. A) ουτων εμιαναν αυτην A et (sub αʼθʼ ?? ) Q 19 την οδον] τας οδους A την αμαρτιαν] τας ανομιας A 20 εισηλθον bis] εισηλθοσαν A μου το αγιον] το αγιον μου Q λεγεσθαι] λεγειν Q* ᵛⁱᵈ (γεσθαι Q¹) αυτου] ου- των A εξεληλυθοσιν] εξηλθοσα A 21 μου το αγιον] το αγιον μου Q 22 Κυριος] pr αδωναι A pr κς Q αλλ η] αλλα Q)

464
[*](B) μου τὸ ἄγιον, ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθετε ἐκεῖ.

καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγὼ εἰμι Κύριος ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατʼ ὀφθαλμοὺς αὐτῶν.

καὶ λήμψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν.

καὶ ῥανῶ ἐφʼ ὑμᾶς ὕδωρ καθαρόν, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς,

καὶ δώσω ὑμῖν καρδίαν καινήν, καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν, καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην.

καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν, καὶ ποιήσω ἴνα ἐν τοῖς δικαιώμασίν μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάξησθε καὶ ποιήσητε.

καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαόν, κἀγὼ ἔσομαι ὑμῖν εἰς θεόν.

καὶ σώσω ὑμᾶς ἐκ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ καλέσω τὸν σῖτον

καὶ πληθυνῶ αὐτόν, καὶ οὐ δώσω ἐφʼ ὑμᾶς λιμόν· καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου καὶ τὰ γενήματα τοῦ ἀγροῦ, ὅπως μὴ λάβητε ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθυεσιν.