Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ τὰ ξύλα τὰ ἐν τῷ πεδίῳ δώσει τὸν καρπὸν αὐτῶν, καὶ ἡ γῆ δώσει τὴν ἰσχὺν αὐτῆς, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν ἐν ἐλπίδι εἰρήνης, καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος, ἐν τῷ συντρίψαι με τὸν ζυγὸν αὐτῶν· καὶ ἐξελοῦμαι αὐτοὺς ἐκ χειρὸς τῶν καταδουλωσαμένων αὐτούς,

καὶ οὐκ ἔσονται ἔτι ἐν προνομῇ τοῖς ἔθνεσιν, καὶ τὰ θηρία τῆς γῆς οὐκέτι μὴ φάγωσιν αὐτοὺς· καὶ κατοικήσουσιν ἐν ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.

καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης, καὶ οὐκέτι ἔσονται ἀπολλύμενοι λιμῷ ἐπὶ τῆς γῆς, καὶ οὐ μὴ ἐνέγκωσιν ἔτι ὀνειδισμὸν ἐθνῶν.

καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ θεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου. οἶκος Ἰσραήλ, λέγει Κύριος,

πρόβατά μου καὶ πρόβατα ποιμνίου μού ἐστε, καὶ ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν, λέγει κύριος Κύριος.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, ἐπί [*](AQ)[*](20 ισχυρου] ισχυ sup ras Bᵃᵇ 21 ωμοις] μοις sup ras Aa | om και 3Q Q εξεθλιβετε] ?? εως ου εξεθλ. αυτα εξω Q 22 ου μη ωσιν] ουκετι εσονται A 23 επ αυτους] αυτοις A ενα] ετερον A ποι- μαινει] ποιμανει AQ αυτους 2⁰] αυτος Bᵇ Δαυειδ] + (sub αʼθʼ ?? ) αυτος ποιμανει αυτους Q 24 και εγω] καγω Q εν μεσω ουτων αρχων] αρχων εμμεσῳ ουτων A 25 αφανιω] αποιω A πονηρα] α sup ras Bᵃᵇ ερημω] +(sob αʼθʼ ?? ) πεποιθοτες Q 26 δωσω αυτοις περικυκλω] εσονται κυκλω Α μου] + αθʼ ?? ευλογια Qmg και δωσω (2⁰)...ευλογιας] και αποστελω υετον ευλογιας αυτοις A ευλογιας] + (sub ??) εσονται Qmg 27 τα εν τω πεδιω δωσει] του παιδιου σποδωσει A ουτων 1⁰] αυτοις A την ισχυν] τον καρπον A ζυγον] + του κλοιου AQ om και 503 A 28 ουκ εσονται ετι] ουκ εσ. ουκετι BᵃᵇQ ουκετι εσονται A εθνεσι Bᵇ om μη Q φαγωσιν] πτοησει A 29 ου μη...εθνων] ονιδισμον εθνων ου μη ενεγκωσιν ετι A 30 ουτων] + (sub ασʼ ?? ) μετ ουτων Qmg Ισραηλ] pr του A Κυριος 2⁰] + κς BᵃᵇQ 31 προβατα 1⁰] pr και υμεις AQ ποιμνιου] pr του BᵃᵇAQ εστε] pr ανοι Q Κυριος 1⁰] pr κς Bᵃᵇ XXXV 1 pr tit επι ορος Σηειρ και Ιδουμαιαν Qmg sup)

461
στρεψον τὸ πρόσωπόν σου ἐπʼ ὄρος Σηεὶρ καὶ προφήτευσον εἰς [*](B) αὐτό,

καὶ εἰπόν Τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σέ, ὄρος Σηείρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σέ καὶ δώσω σε εἰς ἔρημον, καὶ ἐρημωθήσῃ,

καὶ ταῖς πόλεσίν σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ, καὶ γνώσῃ ὅτι ἐγὼ εἰμι Κύριος.

ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν, καὶ ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ δόλῳ ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπʼ ἐσχάτῳ·

διὰ τοῦτο, ζῶ ἐγώ, λέγει κύριος Κύριος, εἰ μὴν εἰς αἷμα ἥμαρτες, καὶ αἶμά σε διώξεται.

καὶ δώσω ὄρος Σηεὶρ εἰς ἔρημον καὶ ἠρημωμένον, καὶ ἀπολῶ ἀπʼ αὐτοῦ ἀνθρώπους καὶ κτήνη,

καὶ ἐνπλήσω τῶν τραυματιῶν βουνοὺς καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί.

ἐρημίαν αἰώνιον θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι, καὶ γνώσῃ ὅτι ἐγὼ εἰμι Κύριος.

διὰ τὸ εἰπεῖν σε Τὰ δύο ἔθνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται, καὶ κληρονομήσω αὐτάς, καὶ Κύριος ἐκεῖ ἐστιν.

διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου, καὶ γνωσθή. σομαί σοι ἡνίκα ἄν κρίνω σε,

καὶ γνώσῃ ὅτι ἐγὼ εἰμι Κύριος. ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας Τὰ ὄρη Ἰσραὴλ ἔρημα ἡμῖν δέδοται εἰς κατάβρωμα,

καὶ ἐμεγαλορημόνησας ἐπʼ ἐμέ τῷ στόματί σου· ἐγὼ ἤκουσα.

τάδε λέγει Κύριος Ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε·

ἔρημον ἔσῃ, ὄρος Σηείρ, καὶ πᾶσα ἡ Ἰδουμαία καὶ ἐξαναλωθήσεται· γνώσῃ ὅτι ἐγὼ εἰμι Κύριος ὁ θεὸς αὐτῶν.