Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ἦ ἂν ἡμέρᾳ πλανηθῇ, καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν ἐν ᾖ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ· καὶ δίκαιος οὐ μὴ δύνηται σωθῆναι.

ἐν τῷ εἶπαί με τῷ δικαίῳ Οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ, καὶ ποιήσῃ ἀνομίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ ἀναμνησθῶσιν, ἐν τῇ ἀδικίᾳ αὐτοῦ ᾖ ἐποίησεν, ἐν αὐτῇ ἀποθανεῖται.

καὶ ἐν τῷ εἶπαί με τῷ ἀσεβεῖ Θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψῃ ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην,

καὶ ἐνεχύρασμα ἀποδοῖ καὶ ἁρπάγματα ἀποτίσῃ, ἐν προστάγμασιν ζωῆς διαπορεύηται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ·

πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ ἂς ἥμαρτεν οὐ μὴ ἀναμνησθῶσιν· ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐταῖς ζήσεται.

καὶ ἐροῦσιν οἱ υἱοὶ τοῦ λαοῦ σου Οὐκ εὐθεῖα ἡ ὁδὸς τοῦ κυρίου· καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα.

ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ ἀνομίας, καὶ ἀποθανεῖται ἐν αὐταῖς.

καὶ ἐν τῷ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην, ἐν αὐτοῖς αὐτὸς ζήσεται.

καὶ τοῦτό ἐστιν ὃ εἴπατε Οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου· ἕκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ.

[*](AQ)[*](9 σαυτου] σου A σεαυτου Q εξηρησαι] ερρυσω A 10 ημιν] ημας A 11 ταδε λεγει] λεγει αδωναι Aa (sup ras: om A*) αδωναι Q ασεβους] αμαρ- τωλου A αποστρεψ αι] pr το A αυτου] + της πονηρας A της οδου υμων] των οδων υμων των πονηρων A της οδου υμ. ?? της πονηρας Q αποθανησκετε Q* (αποθν. Q?) 12 ειπον] pr και συ υιε ανου A et (sub α'θ' ?? ) Q |ασεβους] ανομου A και δικαιος ου sup ras Aᵃ δυνηται] δυνησεται A σωθηναι] + εν ημερα αμαρτιας (μαρτι sup ras Aa) αυτου A et (sub α'θ' ?? ) Q 13 ειπαι] ειπειν BᵃᵇAQ δικαιω] + ζωη ζηση και A επι] εν Q ποιηση] pr εαν A ανομιαν] αδικιαν A αυτου 2⁰] + ας εποιησεν A αναμνησθωσιν] μνησθωσιν AQ αδικεια B* (.κια Bᵇ) 14 ειπαι] ειπειν BᵃᵇAQ αμαρτιας] ασε- βειας A 15 ενεχυρασμα...αποτιση] ενεχυρον και αρπαγμα αποτισει A ενεχυρασμα αποθω και αρπαγμα αποτισει Q προσταγματι A αποθανειται A 16 ημαρτεν] εποιησεν A αναμνησθωσιν] μνησθωσιν ετι A + (sub θ'σ' ??) αυτω Qmg αυταις] αυτοις AQᵃ 17 του κυριου] om του Q 18 αυτου] εαυτου Q ανομιαν A αυταις] αυτη A 20 εκαστος Q* (.τον Qᵃ) |εν ταις οδοις αυτου] κατα τας οδους υμων A Ισραηλ] + λεγει κα A)
457

Καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνί, πέμπτῃ [*](B) τοῖ μηνός, τῆς αἰχμαλωσίας ἡμῶν, ἦλθεν ὁ ἀνασωθεὶς πρὸς μέ ἀπὸ Ἰερουσαλήμ λέγων Ἑάλω ἡ πόλις.

καὶ ἐγενήθη ἐπʼ ἐμέ χεὶρ Κυρίου ἑσπέρας πρὶν ἐλθεῖν αὐτόν, καὶ ἤνοιξέν μου τὸ στόμα ἕως ἦλθεν πρὸς μέ τὸ πρωί καὶ ἀνοιχθέν μου τὸ στόμα οὐ συνεσχέθη ἔτι