Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐκεῖ ὲδόθησαν οἱ ἄρχοντες Ἀσσοὺρ οἱ δόντες τὴν ἰσχὺν αὐτοῦ εἰς τραῦμα μαχαίρας· οὗτοι μετὰ τραυματιῶν ἐκοιμήθησαν, μετὰ καταβαινόντων εἰς βόθρον.

ἐκεῖ οἱ ἄρχοντες τοῦ βορρᾶ πάντες στρατηγοὶ Ἀσσούρ, οἱ καταβαίνοντες τραυματίαι, σὺν τῷ φόβῳ αὐτῶν καὶ τῇ ἰσχύι αὐτῶν ἐκοιμήθησαν ἀπερίτμητοι μετὰ τραυματιῶν μαχαίρας, καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον.

ἐκείνους [*](A)[*](22 παντες τραυματιαι...συναγωγη αυτου 2⁰ sub ?? Q? om και 2⁰ A αυτου 2⁰] ουτων A οι τραυματιαι] om οι A 23 οι δοντες] pr οι εδωκαν τας ταφος αυτης εν μηροις λακκου (adnot ο εβραιος εν μηκει λακκου εχει Q?mg) και εγενηθη εκκλησια υπερκυκλω (περικυκλω Q) της ταφης αυτου παντες αυτοι τραυματιαι πιπτοντες μαχαιρα A et (sub θʼ ??) Q γης ζ.] της ζ. A 24 Αιλαμ| Ελαμ Q (adnot εκστασις Qmg) μαχαιραις A γης βαθος] γην βαθους A ουτων φοβον] τον φ. ουτων A φ. ουτων Q της ζωης] γης ζ. AQ 26 Μοσοχ κ. Θοβελ] adnot M. συμπασα Q. η επιτροφη Qmg om τραυματιαι αυτου παντες Qᵃ om τραυματιαι απο A της ζ.] γης ζ. Q 27 εκοιμη· θησαν] pr (sub ?? ) ουκ Q* (om Qᵃ) των πεπτωκοτων] πεπτωκοτες A απο] απ AQ πολεμικοις] + ουτων A et (sub θ' ?? ) Q και 2⁰] οι A παντας] γιγαντας A*Q 28 κοιμηθηση] pr συντριβηση και A et (sub ??) Q 29 εδοθησαν οι αρχοντες Aσσουρ] Εδωμ και οι βασιλεις αυτης και παντες οι αρχ. Ασσυριοι A ιδωμ (pr ut vid εδοθησα Qᵐᵍ) θ ?? και οι βασιλ. αυτης κ. παντες οι αρχοντες αυτης (Aσσουρ Qmg) Q αυτου] αυτης A ουτων Q |ουτοι... εκοιμηθησαν] αυτοι εκοιμηθησαν μετα τραυματιων μαχαιρας· εκοιμηθησαν A 30 οι αρχοντες] pr παντες A om οι Q βορρα] + παντες αυτοι A παντες] +ουτοι παντες (π. 2⁰ sub θʼ ??) Q εκοιμηθησαν] pr και A pr (sub αθ ?? ) αισχυνομενοι Q τραυματιων] τετραυματισμενων A απηνεγκαν] ελαβον A )

455
ὄψεται βασιλεὺς Φαραώ, καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν [*](Β) αὐτῶν, λέγει κύριος Κύριος.

ὅτι δέδωκα τὸν φόβον αὐτοῦ ἐπὶ τῆς ζωῆς, καὶ κοιμηθήσεται ἐν μέσῳ ἀπεριτμήτων μετὰ τραυματιῶν μαχαίρας, Φαραὼ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ μετʼ αὐτοῦ, λέγει κύριος Κύριος.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἰὲ ἀνθρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου καὶ ἐρεῖς πρὸς αὐτούς Γῆ ἐφʼ ἣν ἂυ ἐπάγω ῥομφαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνθρωπον ἕνα ἐξ αὐτῶν καὶ δῶσιν αὐτὸν ἑαυτοῖς εἰς σκοπόν,

καὶ ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν καὶ σαλπίσῃ τῇ σάλπιγγι καὶ σημάνῃ τῷ λαῷ,

καὶ ἀκούσῃ ἀκούσας τὴν φωνὴν τῆς σάλπιγγος καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ῥομφαία καὶ καταλάβῃ αὐτόν· τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται.

ὅτι τὴν φωνὴν τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἶμα αὐτοῦ ἐπʼ αὐτοῦ ἔσται· καὶ οὗτος ὅτι ἐφυλάξατο, τὴν ψυχὴν αὐτοῦ ἐξείλατο.

καὶ ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ σημάνῃ τῇ σάλπιγγι. καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν· αὕτη διὰ τὴν αὐτῆς ἀνομίαν ἐλήμφθη, καὶ τὸ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω.

καὶ σύ, υἱέ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον.

ἐυ τῷ εἶπαί με τῷ ἁμαρτωλῷ Θανάτῳ θανατωθήσῃ, καὶ μὴ λαλήσῃς τοῦ φυλάξασθαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὐτοῦ ἀπὸθανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω.