Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐν μαχαίραις γιγάντων, καὶ καταβαλῶ τὴν ἰσχύν σου· λοιμοὶ ἀπὸ ἐθνῶν πάντες, καὶ ἀπολοῦσι τὴν ὕβριν Αἰγύπτου, καὶ συντριβήσεται πᾶσα ἡ ἰσχὺς αὐτῆς.

καὶ ἀπολῶ πάντα κτήνη αὐτῆς ἀφʼ ὕδατος πολλοῦ, καὶ οὐ μὴ ταράξῃ αὐτὸ ποὺς ἀνθρώπου ἔτι, καὶ ἴχνος κτηνῶν οὐ μὴ καταπατήσῃ αὐτό.

οὕτως τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν, καὶ οἱ ποταμοὶ αὐτῶν ὡς ἔλαιον πορεύσονται, λέγει Κύριος.

ὅταν δῶ Αἴγυπτον εἰς ἀπώλειαν καὶ ἐρημωθῇ ἡ γῆ σὺν τῇ πληρώσει αὐτῆς, ὅταν διασπείραω πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος.

θρῆνός ἐστιν καὶ θρηνήσεις αὐτόν, καὶ αἱ θυγατέρες τῶν ἐθνῶν θρηνήσουσιν αὐτόν· ἐπʼ Αἴγυπτον καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς θρηνήσουσιν αὐτήν, λέγει κύριος Κύριος.

Καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει τοῦ πρώτου μηνὸς πεντεκαιδεκάτῃ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ καταβιβάσουσιν αὐτῆς τὰς θυγατέρας τὰ ἔθνη νεκρὰς εἰς τὸ βάθος τῆς γῆς, πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον·

ἐν μέσῳ μαχαίρας τραυματιῶν πεσοῦνται μετʼ αὐτοῦ, καὶ κοιμηθήσεται πᾶσα ἡ ἰσχὺς αὐτοῦ.

καὶ ἐροῦσίν σοι οἱ γίγαντες Ἐν βάθει θορύβου γίνου, τίνος κρείττων εἶ; καὶ κατάβηθι καὶ κοιμήθητι μετὰ ἀπεριτμήτων ἐν μέσῳ τραυματιῶν [*](10 πετασθαι] πετασθηναι A | την ρομφαιαν] om την A | προσωπον A | αφ] AQ απο A 11 Κυριος] + κς BᵃᵇQ pr αδωναι A | ρομφαιαν B* (-φαια Bᵃᵇ) 12 λοιμοι] μ sup ras Aa | απολουσιν A 13 κτηνη] pr τα AQ | πους ανθρωπου ετι] ετι πους ανου A om ετι Q | κτηνων] κτηνους A 14 ουτως] pr ?? Q? | Κυριος] pr αδωναι AQ 15 τη πλ.] incep τω A* (ras ω A?) 16 θρη- νησεις] θρηνησουσιν A θρηνησει Q | αι θυγατερες] om αι Q | αυτην] αυτο| Q 17 pr tit ετει ιβ΄ μηνι ιβ ημερα ιε΄ Οᵐᵍ sup | και εγενηθη...μηνος 2°] adnot εν τη των ο΄ εκδοσει ουτω φερεται ӄ εγενετο εν τω ιβ΄ ετει εν τω α΄ μηνι πεντε- καιδεκατη του μηνος το δε εν τω α΄ μηνι ωβελισθεν περιειλεν Ωριγενης ταυτα δε κατα λεξιν ειπεν ε| τω ιθ΄ τομω των εις τον Ιεζεκιηλ εξηγητικλ Εοικεν η προφητεια αυτη εξης τη προ αυτης τεταγμενη ӄ αυτη τω ιβ΄ λελεχθαι ετει ομοιως μεν εκεινη κατα το εν τω ιβ μηνι προπεφητευσθαι ουκετι δε ομοιως κατα την ημεραν η μεν γαρ μια του μηνος λελεκτο αυτη δε ιε΄ του μηνος διοπερ το του α μηνος ωβελισθεν ετολμησαμεν περιελειν ως παντη αλογως προσκειμενον Qmg | εγενηθη] εγενετο A | του πρωιου μηνος] εν τω πρωιω μηνι AQmg om Q* 18 ισχυν] γην A | νεκρα Q* (νεκρας Qa) 20 εν μεσω] pr (19) εξ υδατων ευπρεπους καταβηθι και κοιμηθητι μετα απεριτμη- των A pr (sub ?? ) εξ υδατος ευπρεπους καταβηθι και κοιμηθησῃ μ. απεριτμ. Q | μαχαιρας τραυματιων] τραυματιων μαχαιρα AQ 21 θορυβου] βοθρου A θοβρου Q | om και 20 AQ | κοιμηθητι] θ sup ras B?vid )

454
[*](B) μαχαίρας.

ἐκεῖ Ἀσσοὺρ καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, πάντες τραυματίαι ἐκεῖ ἐδόθησαν, καὶ ἡ ταφὴ αὐτῶν ἐν βάθει βόθρου, καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτοῦ περικυκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ,

οἱ δόντες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς.

ἐκεῖ Αἰλὰμ καὶ πᾶσα ἡ δύναμις αὐτοῦ περικυκλῳ τοῦ μνήματος αυτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ καὶ οἱ καταβαίνοντες ἀπερίτμητοι εἰς γῆς βάθος, οἱ δεδωκότες αὐτῶν φόβον ἐπὶ τῆς ζωῆς· καὶ ἐλάβοσαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον

ἐν μέσῳ τραυματιῶν.

ἐκεῖ ἐδόθησαν Μόσοχ καὶ Θοβὲλ καὶ πᾶσα ἡ ἰσχὺς αὐτῶν περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες τραυματίαι αὐτοῦ, πάντες ἀπερίτμητοι τραυματίαι ἀπὸ μαχαίρας, οἱ δεδωκότες τὸν φόβον αὐτῶν ἐπὶ τῆς ζωῆς·

καὶ ἐκοιμήθησαν μετὰ τῶν γιγάντων τῶν πεπτωκότων ἀπὸ αἰῶνος, οἳ κατέβησαν εἰς ᾄδοῦ ἐν ὅπλοις πολεμικοῖς καὶ ἔθηκαν τὰς μαχαίρας αὐτῶν ὑπὸ τὰς κεφαλὰς αὐτῶν· καὶ ἐγενήθησαν αἱ ἀνομίαι αὐτῶν ἐπὶ τῶν ὀστῶν αὐτῶν, ὅτι ἐξεφόβησαν πάντας ἐν τῇ ζωῇ αὐτῶν.

καὶ σὺ ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τετραυματισμένων μαχαίρᾳ.

ἐκεῖ ὲδόθησαν οἱ ἄρχοντες Ἀσσοὺρ οἱ δόντες τὴν ἰσχὺν αὐτοῦ εἰς τραῦμα μαχαίρας· οὗτοι μετὰ τραυματιῶν ἐκοιμήθησαν, μετὰ καταβαινόντων εἰς βόθρον.

ἐκεῖ οἱ ἄρχοντες τοῦ βορρᾶ πάντες στρατηγοὶ Ἀσσούρ, οἱ καταβαίνοντες τραυματίαι, σὺν τῷ φόβῳ αὐτῶν καὶ τῇ ἰσχύι αὐτῶν ἐκοιμήθησαν ἀπερίτμητοι μετὰ τραυματιῶν μαχαίρας, καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον.

ἐκείνους [*](A)[*](22 παντες τραυματιαι...συναγωγη αυτου 2⁰ sub ?? Q? om και 2⁰ A αυτου 2⁰] ουτων A οι τραυματιαι] om οι A 23 οι δοντες] pr οι εδωκαν τας ταφος αυτης εν μηροις λακκου (adnot ο εβραιος εν μηκει λακκου εχει Q?mg) και εγενηθη εκκλησια υπερκυκλω (περικυκλω Q) της ταφης αυτου παντες αυτοι τραυματιαι πιπτοντες μαχαιρα A et (sub θʼ ??) Q γης ζ.] της ζ. A 24 Αιλαμ| Ελαμ Q (adnot εκστασις Qmg) μαχαιραις A γης βαθος] γην βαθους A ουτων φοβον] τον φ. ουτων A φ. ουτων Q της ζωης] γης ζ. AQ 26 Μοσοχ κ. Θοβελ] adnot M. συμπασα Q. η επιτροφη Qmg om τραυματιαι αυτου παντες Qᵃ om τραυματιαι απο A της ζ.] γης ζ. Q 27 εκοιμη· θησαν] pr (sub ?? ) ουκ Q* (om Qᵃ) των πεπτωκοτων] πεπτωκοτες A απο] απ AQ πολεμικοις] + ουτων A et (sub θ' ?? ) Q και 2⁰] οι A παντας] γιγαντας A*Q 28 κοιμηθηση] pr συντριβηση και A et (sub ??) Q 29 εδοθησαν οι αρχοντες Aσσουρ] Εδωμ και οι βασιλεις αυτης και παντες οι αρχ. Ασσυριοι A ιδωμ (pr ut vid εδοθησα Qᵐᵍ) θ ?? και οι βασιλ. αυτης κ. παντες οι αρχοντες αυτης (Aσσουρ Qmg) Q αυτου] αυτης A ουτων Q |ουτοι... εκοιμηθησαν] αυτοι εκοιμηθησαν μετα τραυματιων μαχαιρας· εκοιμηθησαν A 30 οι αρχοντες] pr παντες A om οι Q βορρα] + παντες αυτοι A παντες] +ουτοι παντες (π. 2⁰ sub θʼ ??) Q εκοιμηθησαν] pr και A pr (sub αθ ?? ) αισχυνομενοι Q τραυματιων] τετραυματισμενων A απηνεγκαν] ελαβον A )

455
ὄψεται βασιλεὺς Φαραώ, καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν [*](Β) αὐτῶν, λέγει κύριος Κύριος.

ὅτι δέδωκα τὸν φόβον αὐτοῦ ἐπὶ τῆς ζωῆς, καὶ κοιμηθήσεται ἐν μέσῳ ἀπεριτμήτων μετὰ τραυματιῶν μαχαίρας, Φαραὼ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ μετʼ αὐτοῦ, λέγει κύριος Κύριος.