Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἰπὸν ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα παραβολήν, καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος Ἐπίστησον τὸν λέβητα καὶ ἔγχεον εἰς αὐτὸν ὕδωρ,

καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα, πᾶν διχοτόμημα καλόν, σκέλος καὶ ὦμον ἐκσεσαρκισμένα ἀπὸ τῶν ὀστῶν

ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμέναων, καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν. ἔζεσεν, ἔζεσεν, καὶ ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς.

Διὰ τοῦτο τάδε λέγει Κύριος Ὦ πόλις αἱμάτων λέβης, ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς, κατὰ μέλος αὐτῆς ἐξήνεγκεν. οὐκ ἐπέπεσεν ἐπʼ αὐτὴν κλῆρος.

ὅτι αἵματα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐστιν, ἐπὶ λεωπετρίαν τέταχα αὐτό· οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ γῆν τοῦ καλύψαι ἐπʼ αὐτὸ γῆν,

τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν ἐκδικηθῆναι· δέδωκα τὸ αἷμα αὐτῆς ἐπὶ λεωπετρίαν τοῦ μὴ καλύψαι αὐτό.

διὰ τοῦτο τάδε λέγει Κύριος Κἀγὼ μεγαλυνῶ τὸν λαόν,

καὶ πληθυνῶ τὰ ξύλα καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα καὶ ἐλαττωθῇ ὁ ζωμὸς

καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας, ὅπως προσκαυθῇ καὶ θερμανθῇ ὁ χαλκὸς αὐτῆς καὶ τακῇ ἐν μέσῳ ἀκαθαρσίας αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς,

καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς πολὺς ὁ ἰὸς [*](49 ληψεσθε BᵇQᵃ XXIV 1 pr ετει θ΄ μηνι ι΄ ημερα ι΄ Qmg sup | AQ ενατω εν τω μηνι rescr Aᵃ (om ενατω A* vid) 2 απο 1⁰] επι Q? 3 Κυριος] pr αδωναι A pr κς Q | λεβητα (βη sup ras Aa)] + επιστησον Q | εγχεον] εκχεον A εκχεε Q 4 σκελος] pr και A | ωμον] αμμον Q* ᵛⁱᵈ (ωμ. Qᵃ) | απο των οστων] εκ των οστεων ουτων A 5 ειλημμενα A | υποκαιε] υποκεαι A υποκαε Q* (-καιε Qᵃ) εζεσεν 2⁰] και εξεζεσεν A | ηψηται] ηψηθη A 6 Κυριος] pr αδωναι AQ | ιος 2⁰] + εν αυτω A | επεπεσεν] επεσεν AQ 7 αιματα] αιμα BᵃᵇAQ | λεωπετριαν] λεοπετριαν A α΄ λιαν πετρον Qmg | γην 1⁰] pr την AQ | om επ A αυτο 3⁰ rescr Aa (αυτω επι την A* fort) 8 αναβηναι] αν sup ras 3 litt Aa (καταβ. A * ᵛⁱᵈ) λεωπετριαν] + τεταχα αυτο Qmg | om μη Q* (superscr Qᵃ) 9 Κυριος] pr αδωναι AQ + ουαι πολις των αιματων A et (sub α΄θ΄ ??) Q | καγω] και γε Qmg | λαον] δαλον AQ 10 ανα- καυσω] εκκαυσω A τακη...ζωμος] ελαττωθη ο ζωμος και εκτακη τα κρεα και τα οστα συνφρυγησονται A + (sub θ΄ ??) και τα οστα συμφρυγησονται Q 11 ανθρακας] + αυτης εξηφθη A + (sub θ΄σ΄ ??) αυτης ( (+ κενη Qmg) εξηφηθη Q προσκαυθη] εκκαυθη A | και θερμανθη] οπως συμφρυγη AQ | μεσω] +αυτης A et (sub θ ?? ) Q | ακαθαρσιας] η ακαθαρσια AQᵃ | εκλειπη AQ | αυτης 3⁰] om A αυταις Qᵃ ᵛⁱᵈ 12 και] pr (sub α΄θ΄ ??) ταπεινωθησεται ο ιος Q )

436
[*](B) αὐτῆς· καταισχυνθήσεται ὁ ἰὸς αὐτῆς,

ἀνθʼ ὧν ἐμιαίνου σύ. καὶ τί ἐὰν μὴ καθαρισθῇς ἔτι ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου;

ἐγὼ Κύριος λελάληκα, καὶ ἤξει καὶ ποιήσω, οὐ διαστελῶ οὐδὲ μὴ ἐλεήσω· κατὰ τὰς ὁδοὺς σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Κύριος. διὰ τοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἴματά σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ τοῦ παραπικραίνειν.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου ἐν παρατάξει, οὐ μὴ κοπῆς οὐδέ μὴ κλαυθῆς.

στεναγμὸς αἵματος, ὀσφύος, πένθους ἔσει οὐκ ἔσται τὸ τρίχωμά σου συνπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσίν σου, οὐ μὴ παρακληθῇς ἐν χείλεσιν αὐτῶν, καὶ ἄρτον ἀνδρῶν οὐ μὴ φάγῃς.

καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωὶ ὂν τρόπον ἐνετείλατό μοι ἑσπέρας, καὶ ἐποίησα τὸ πρωὶ ὃν τρόπον ἐπετάγη μοι.

καὶ εἶπεν πρὸς μέ ὁ λαός Οὐκ ἀναγγέλλεις ἡμῖν τί ἐστιν ταῦτα ἃ σὺ ποιεῖς;

καὶ εἶπα πρὸς αὐτοὺς Λόγος Κυρίου πρὸς μέ ἐγένετο λέγων

Εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπέρ ὦν φείδονται αἱ ψυχαὶ ὑμῶν. καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν οὓς ἐγκατελίπετε ἐν ῥομφαίᾳ πεσοῦνται,

καὶ ποιήσετε ὃν τρόπον πεποίηκα· ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε, καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε,