Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐκχεῶ ἐπὶ σέ ὀργήν μου, ἐν πυρὶ ὀργῆς μου ἐμφυσήσω ἐπὶ σέ, καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβάρων τεκταινόντων διαφθοράς.

ἐν πυρὶ ἔσῃ κατάβρωμα, τὸ αἶμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου· οὐ μὴ γένηταί σου μνεία, διότι ἐγὼ Κύριος λελάληκα.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Καὶ σύ, υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς,

καὶ ἐρεῖς Τάδε λέγει κύριος Κύριος Ὦ πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς τοῦ εἰσελθεῖν καιρὸν αὐτῆς, καὶ ποιοῦσα ἐνθυμήματα καθʼ αὑτῆς τοῦ μιαίνειν αὐτήν.

ἐν τοῖς μασιν αὐτῶν οἷς ἐξέχεας παραπέπτωκας, καὶ ἐν τοῖς ἐνθυμήμασίν σου οἷς ἐποίεις ἐμιαίνου, καὶ ἤγγισας τὰς ἡμέρας σου, καὶ ἤγαγες καιρὸν ἐτῶν σου. διὰ τοῦτο δέδωκά σε εἰς ὄνειδος τοῖς ἔθνεσιν καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις

ταῖς ἐγγιζούσαις πρὸς σέ καὶ [*](AQ)[*](24 αμαρτιας] pr τας Q* (improb Qᵃ) ασεβιαις BbA | τοις επιτηδευμασιν] pr πασιν Q αλωσεσθε] αλωθησεσθαι A 25 βεβηλε ανομε AQ 26 Κυ- ριος] κς κς ο θ A κς κς Q τον στεφανον αυτη] αυτη το στεφανον (αυτη το sup ras et in mg Aᵃ? om αυτη A* ᵛⁱᵈ) A το ταπεινον υψωσας A 27 αδικιαν 1° sub οι γʼ ?? Q? om αδικιαν 3⁰ BᵇA ουαι] ου A ουδ Q om αυτη A τοιαυτην Q* (-τη Qᵃ) αυτω] αυτην A 28 Κυριος] κς ο θς A κς κς Q εσπασμενη 1⁰] pr ετοιμεζου A om εις 1⁰ A 29 τη ματαια] om τη Q* (superscr Qᵃ) ανομων] +ων AQ 30 γεγενησαι Qᵃ 31 σε 1⁰] σοι AQ | οργην μου] α απειλην μου θʼ εμβριμημα μου σʼ εμβριμησιν μου Qmg διαφθοραν A 32 λελαληκα] ελαλησα Q X X Ii 2 ει κρινεις] ου κρ. A bis scr Q αυτης] ουτων Q 3 Κιριος] + ο θς A εισελθειν] ελθειν BᵃᵇAQ) ποιουσαι A καθ αυτης] κατ αυτης A 4 δεδωκα] εδωκα Q )

429
ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ, καὶ ἐμπαίξονται ἐν σοί, ἀκάθαρτος [*](B) ἡ ὀνομαστὴ καὶ πολλὴ ἐν ταῖς ἀνομίαις.

ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ἰσραήλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ, συνεφύροντο ἐν σοὶ ὅπως ἐκχέωσιν αἵμα·

πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοί, καὶ προσήλυτον ἀνεστρέφοντο ἐν ἀδικίαις ἐν σοί, ὀρφανὸν καὶ χήραν κατεδυνάστευον,

καὶ τὰ ἅγιά μου ἐξουδένουν καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοί

ἄνδρες λῃσταὶ ἐν σοί, ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα, καὶ ἐπὶ τῶν ὀρέων ἤσθοσαν ἐν σοί, ἀνόσια ἐποίουν ἐν μέσῳ σου.