Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον,

καὶ ἔδωκα αὐτοῖς τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς, ὅσα ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς.

καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον αὐτῶν, τοῦ γνῶναι αὐτοὺς διότι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτοὺς.

καὶ εἶπα πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ Ἐν τοῖς προστάγμασίν μου πορεύεσθε. καὶ οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου ἀπώσαντο, ἃ ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλωσαν σφόδρα. καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ ἐξαναλῶσαι αὐτούς.

καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν ὧν ἐξήγαγον αὐτοὺς κατʼ ὀφθαλμοὺς αὐτῶν.

καὶ ἐγὼ ἐξῆρα τὴν χεῖρά μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ τὸ παράπαν τοῦ μὴ εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι, [*](AQ)[*](5 Αιγυπτω A om μου Q λεγων εγω] λεγει Β* ᵛiᵈ (λεγων ε. Bᵃᵇ) 6 τη ημερα εκεινη Q εκ γης] εις γην A ητοιμασα] ωμοσα A κηριον] δυνατη (sic) Bᵃ ᵐᵍ 7 βδελυγματα] pr τα A σ’ αποκομματα θʼ προσ- οχθισματα σʼ τα σικχη Qmg οφθαλμων] + αυτου BᵃᵇAQ | απορριψατω Bb Αιγυπτου] ιγυπτου sup ras Bᵃᵇ 8 τα βδελ.] pr (sub ?? ) εκαστος Q | ουτων] αυτ sup ras Bᵃᵇ απερριψαν] in απε ras aliq B?ᵛⁱᵈ |ενκατε- λειπον A εγκατελιπον BbQᵃ ειπα] ειπον A οργην] pr την A Αιγυ- πτου] Aι sup ras Bᵃᵇ 9 εποιησα] pr ουκ Bc ᵛiᵈ 10 και] pr και εξηγαγον αυτους εκ γης Αιγυπτου AQ 13 πορευεσθε] + και τα δικαιωματα μου φυλασσετε του ποιειν αυτα α ποιησει αυτα ανος και ζησεται εν αυτοις και παρεπικρανα με ο οικος lηλ εν τη ερημω εν τοις προσταγμασιν μου A | om και 2⁰A | om αυτα Q* (hab Qmg) 14 εποιησα] pr ουκ A )

423
κηρίον ἐστὶν παρὰ πᾶσαν τὴν γῆν·

ἀνθʼ ὧν τὰ δικαιώματά μου [*](B) ἀπώσαντο, καὶ ἐν τοῖς προστάγμασίν μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλουν, καὶ ὀπίσω τῶν ἐνθυμημάτων καρδίας αὐτῶν ἐπορεύοντο.

καὶ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπʼ αὐτοὺς τοῦ ἐξαλεῖψαι αὐτούς, καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τῇ ἐρήμῃ.

καὶ εἶπα πρὸς τὰ τέκνα αὐτῶν ἐν τῇ ἐρήμῳ Ἐν τοῖς νομίμοις τῶν πατέρων ὑμῶν μὴ πορεύεσθε, καὶ τὰ δικαιώματα αὐτῶν μὴ φυλάσσεσθε, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν μὴ συναναμίσγεσθε καὶ μὴ μιαίνεσθε.

ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν, ἐν τοῖς προστάγμασίν μου πορεύεσθε, καὶ τὰ δικαιώματά μου φυλάσσεσθε καὶ ποιεῖτε αὐτά,

καὶ τὰ σάββατά μου ἁγιάζετε, καὶ ἔστω εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, τοῦ γινώσκειν διότι ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν.

καὶ παρεπίκρανάν με καὶ τὰ τέκνα αὐτῶν· ἐν τοῖς προστάγμασίν μου οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο τοῦ ποιεῖν αὐτά, ἃ ποιήσει ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλουν· καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ συντελέσαι τὴν ἀργήν μου ἐπʼ αὐτοὺς.

καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, καὶ ἐξήγαγον αὐτοὺς κατʼ ὀφθαλμοὺς αὐτῶν.

καὶ ἐξῆρα τὴν χεῖρά μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ διασκορπίσαι αὐτοὺς ἐν τοῖς ἔθνεσιν, διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις,

ἀνθʼ ὧν τὰ δικαιώματά μου οὐκ ἐποίησαν, καὶ τὰ προστάγματά μου ἀπώσαντο, καὶ τὰ σάββατά μου ἐβεβήλουν, καὶ ὀπίσω τῶν ἐνθυμημάτων τῶν πατέρων αὐτῶν ἦσαν οἱ ὀφθαλμοὶ αὐτῶν.

καὶ ἐγὼ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς.

καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν αὐτῶν ἐν τῷ διαπορεύεσθαίμε πᾶν διανοῖγον μήτραν ὅπως ἀφανίσω αὐτοὺς.

Διὰ τοῦτο λάλησον πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς πρὸς αὐτοὺς Γάδε λέγει Κύριος [*](15 κηριον] pr και Q* (improb Q?) 16 ενθυμηματων] ενθυματων A | AQ καρδιας] των καρδιων AQ 17 οηφθαλμος] μος scr Bᵃ?b?vid 18 συνανα- μισγεσθε Bᵃ?ᵇ ( -μιγγ. B* )] συναναμιγνυσθαι AQ* (- σθε Qᵃ) 19 φυλασ- σεσθε] φυλασσετε Q 20 εστω] εσται Q υμων 1⁰] pr ανα μεσον A et (sub αʼθʼ ?? ) Q γινωσκειν] + υμας A διοτι]| οτι A 21 εν 1⁰] pr και A | ποιησει] + αυτα AQ εν τη ερημω...επ αυτους] om A του συντ. την οργην μου επ αυτ. εν τη ερημω Q 22 και 1⁰] pr οι γ ?? και επεστρεψα την χειρα μου αυτοις Q εποιησα] pr ουκ A οπως] incep ουκ ut vid Q* και 2⁰] ων A 23 διασπειραι] και του διασκορπισαι A και διασπ. Q 24 οπιτων Β* (οπισω των Bᵃᵇ) 26 δομασιν] incep δοσ O*ᵛⁱᵈ ras με Q? αφανιω Q αυτους 2⁰] + ινα (εινα A) γνωσιν οτι εγω κς A et (sub θ᾿σ᾿ Q 27 Κυριος] pr αδωναι Aᵃ?Q )

424
[*](B) Ἕῳς τούτου παρώργισάν με οἱ πατέρες ὑμῶν ἐν τοῖς παραπτώμασιν αὐτῶν ἐν οἷς παρέπεσον εἰς ἐμέ.

καὶ εἰσήγαγον αὐτοὺς εἰς τὴν γῆν ἣν ἄρα τὴν χεῖρα τὴν χεῖρά μου δοῦναι αὐτοῖς, καὶ εἶδον πάντα βουνὸν ὑψηλὸν καὶ πᾶν ξύλον κατάσκιον καὶ ἔθυσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν, καὶ ἔταξαν ἐκεῖ ὀσμὴν εὐωδίας καὶ ἔσπεισαν ἐκεῖ σπονδὰς αὐτῶν.

καὶ εἶπον πρὸς αὐτοὺς Τίς ἐστιν ἁβανὰ ὅτι ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ; καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ Ἁβανὰ ἕως τῆς σήμερον ἡμέρας.