Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ σύ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦντος πρὸς σέ, μὴ γίνου παραπικραίνων καθὼς ὁ οἶκος ὁ παραπικραίὰαων· χάνε τὸ στόμα σου καὶ φάγε ὅ ἐγὼ δίδωμί σοι.

καὶ ἴδον, καὶ ἰδοὺ χεἱρ ἐκτεταμένη πρὸς μέ, καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου·

καὶ ἀνείλησεν αὐτὴν ἐνώπιον ἐμοῦ, καὶ ἐν αὐτῇ γεγραμμένα ἦν τὰ ἔμπροσθεν καὶ τὰ ὀπίσω, καὶ ἐγέγραπτο θρῆνος καὶ μέλος καὶ οὐαί.

καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, κατάφαγε τὴν κεφαλίδα ταύτην, καὶ πορεύθητι καὶ λάλησον τοῖς υἱοῖς Ἰσραήλ.

καὶ διήνοιξεν τὸ στόμα μου, καὶ ἐψώμισέν με τὴν κεφαλίδα.

καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, τὸ στόμα σου φάγεται, καὶ ἡ κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης τῆς δεδομένης εἰς σέ. καὶ ἔφαγον αὐτήν, καὶ ἐγένετο ἐν τῷ στόματίμου ὡς μέλι γλυκάζον.

Καὶ εἶπεν πρὸς μέ ζἱὲ ἀνθρώπου, βάδιζε καὶ ερελθε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτοὺς,