Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τάδε λέγει Κύριος Ἀνθʼ ὧν ἐξέχεας τὸν χαλκόν σου, καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη σου ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου καὶ ἐν τοῖς αἵμασιν τῶν τέκνων σου ὧν ἔδωκας αὐτοῖς.

διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπισυνάγω πάντας τοὺς ἐραστάς σου ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς, καὶ πάντας οὓς ἠγάπησας σὺν πᾶσιν οἷς ἐμίσεις· καὶ συνάξω αὐτοὺς ἐπὶ σέ κυκλόθεν καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς, καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου·

καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος, καὶ θήσω σε ἐν αἵματι θυμοῦ καὶ ζήλου

καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ κατασκάψουσιν τὸ πορνεῖόν σου καὶ καθελοῦσιν τὴν βάσιν σου, καὶ ἐκδύσουσίν σε τὰ ἱμάτιά σου καὶ λήμψονται τὰ σκεύη τῆς καυχήσεώς σου, καὶ ἀφήσουσίν σε γυμνὴν καὶ ἀσχημονοῦσαν.

καὶ ἄξουσιν ἐπὶ σὲ ὄχλους, καὶ λιθοβολή. σουσίν σε ἐν λίθοις, καὶ κατασφάξουσίν σε ἐυ τοῖς ξίφεσιν αὐτῶν,

καὶ ἐνπρήσουσιν τοὺς οἴκους σου πυρί, καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶυ· καὶ ἀποστρέψω) σε ἐκ πορνείας, καὶ μισθώματα οὐ μὴ δῷς οὐκέτι.

καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σέ, καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ· καὶ ἀναπαύσομαι, [*](31 εγενου] pr ουκ Q 32 η γυνη η μοιχ.] ως γυνη μοιχ. A ομοια AQ σοι] δ. γρ. υπο τον ανδρα αυτης εις αλλοτριους ομοια σοι Qᵐᵍ 33 πα- σιν AQ εκπορνευσασιν] εκπορνευουσιν A om και συ δεδωκας μισθωματα A και εφορτιζες αυτους] α᾿ӄ εδωροδοτεις αυτους Qᵐᵍ πορνεια Bᵃᵇ AQ 34 εγενετο] το bis scr Q* om εν 1⁰ AQ διεστραμμενον] εξεστραμμενον Α σου 2⁰] σε ου Q διδοναι] προσδιδοναι Bᵃᵇ ᵐᵍQ προδιδοναι A |μισθω- ματα ουκ εδοθη σοι] σοι μισθ. ουκ εδοθη A διεστραμμενα] εξεστραμμενα A 36 Κοριος] pr αδωναι AQ εις] επι A ανομων Q* ( μιων Qᵃ) |εδωκας] δεδωκας Q 37 επισυναγω] επι σε συναγω AQ παντας 2⁰] απαντας Q | κακειας Β* (-κιας Bᵇ); item 57 38 μοιχαλιδος] μοιχαλιδων Q + και εχχεουσης (sic) αιμα A + και εκχεουσω| αιμα Q θησω] θησομαι A αιματι] τω αιματι σου και δωσω σε εις αιμα A ζηλους A 39 κατασκοφ ουσιν A |τα ιματια] τον ιματισμον A ληφ ονται Qᵃ 41 εμπρησουσιν BᵇAQ πυρι] pr εν \A εκ πορνειας] απο της πορν. σου A )

414
[*](B) καὶ οὐ μὴ μεριμνήσω οὐκέτι.

ἀνθ᾿ ὦν οὐκ ἐμνήσθης τῆς νηπιότητός σου, καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις, καὶ ἐγὼ ἰδοὺ τὰς ὁδοὺς σου εἰς κεφαλήν σου δέδωκα, λέγει Κύριος· καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου.

γαῦτά ἐστιν πάντα ὅσα εἶπαν κατὰ σοῦ ἐν παραβολῇ λέγοντες Καθὼς ἡ μήτηρ,

καὶ ἡ θυγάτηρ· (⁴⁵)θυγάτηρ τῆς μητρός σου σὺ εἶ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς, καὶ ἀδελφαὶ τῶν ἀδελφῶν σου αἱ ἀπωσάμεναι τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· ἡ μήτηρ ὑμῶν Χετταία, καὶ ὁ πατὴρ ὑμῶν Ἀμορραῖος.

ἡ ἀδελφὴ ὑμῶν ἡ πρεσβυτέρα Σαμάρεια, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου· καὶ ἡ ἀδελφὴ σου ἡ νεωτέρα σου ἡ κατοικοῦσα ἐκ δεξιῶν σου, Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς.

καὶ οὐδʼ ὣς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης, οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας· παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου.

ζῶ ἐγὼ, λέγει Κύριος, εἰ πεποίηκεν Σόδομα, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ θυγατέρες σου.

πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων τῆς ἀδελφῆς σου, ὑπερηφανία· ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐθηνίᾳ ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς· τοῦτο ὑπῆρχεν αὐτῇ καὶ ταῖς θυγατράσιν αὐτῆς· καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο,