Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεως σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου, ἐξ ὧν ἔδωκά σοι, καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς καὶ ἐξεπόρνευσας ἐν αὐταῖς,

καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου καὶ περιέβαλες αὐτάς, καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν,

καὶ τοὺς ἄρτους μου σὓς ἔδωκά σοι, σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά [*](7 συ δε] και A 8 διηλθον] ηλθον Q και 4⁰] ως A καιρος AQΓ καταλυοντων (-ωνιων A* -οντων A¹)] α᾿ καιρος συναλλαγης θ᾿ καιρος μαστων σου σʼ καιρος αγαπης Qmg ασχημοσυνην] incep αισχ Q* ᵛⁱᵈ ωμοσα σοι] ωμολογησα σοι Bᵃᵐᵍ (non inst Bᵇ) Κυριος] pr αδωναι Aᵃ? (ει αδω ναι in mg et sup ras Aᵃ?) QΓ μοι] μου Β* (μοι BᵃᵇQ) hiat Γ 10 υπεδησα υπ[ε]δυσα Γ 12 περι] επι A 13 χρυσιω και αργυριω] κοσμω χρυσω και αργυρω AΓ μελι και ελαιον Q φαγες Q* (εφ. Qᵃ) σφοδρα] + σφοδρα AQ + θ᾿ ?? και κατηυθυνθης εις βασίλειαν Q 14 σοι] σου AQΓ εν 2⁰] επι A συντετελεσμενον] ον sup ras Bᵃᵇ om εν τη ωραιοτητι Q Κυριος] pr αδωναι Aᵃ? (επι σε| λεγει αδωναι in mg et sup ras) QΓ 15 κατεπεποι- θεις] pr και A και επεποιθεις Q εν] επι AΓ πορνιαν A παροδον] + ο ουκ εσται A + (sub ??) αυτω εγινου Q 16 —27 paene perier in Γ 16 ειδωλα ραπτα] σ’ υψηλα εμβεβολιμμενα Qmg ουδε] ουδ ου A 17 εκ του χρυσιου μου και εκ του αργυριου μου] pr και A εκ του αργ. μου και εκ τον χουσ· μου Q 18 αυτας] αυτα Bᵃᵇ AQ | το ελαιον] τον ελ. Q* *(το)

412
[*](B) σε, καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτῶν εἰς ὀσμὴν εὐωδίας. καὶ ἐγένετο, λέγει Κύριος,

καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου ἃς ἐγέννησας, καὶ ἔθυσας αὐτοῖς εἰς ἀνάλωσιν· ὡς μικρὰ ἐξεπόρνευσας,

καὶ ἔσφαξας τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτηορπιάζεσθαί σε αὐτὰ αὐτοῖς.

τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου, καὶ οὐκ ἐμνήσθης τῆς νηπιότητός σου, τῆς ἡμέρας ὅτε ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα· πεφυρμένη ἐν τῷ αἵματί σου ἔζησας.

καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου, λέγει Κύριος,

καὶ οἰκοδομήσας σεαυτῇ οἴκημα πορνικόν, καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ,