Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ θήσομαι αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμόν, καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.

καὶ ὁ προφήτης ἐὰν πλανήσῃ καὶ λαλήσῃ, ἐγὼ Κύριος πεπλάνηκα τὸν προφήτην ἐκεῖνον, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπʼ αὐτὸν καὶ ἀφανιῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου Ἰσραήλ.

καὶ λήμψονται τὴν ἀδικίαν αὐτῶν· κατὰ τὸ ἀδίκημα τοῦ ἐπερωτῶντος, καὶ κατὰ τὸ ἀδίκημα ὁμοίως τῷ προφήτῃ ἔσται,

ὅπως μὴ πλανᾶται ἔτι ὁ οἶκος τοῦ Ἰσραὴλ ἀπʼ ἐμοῦ, καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσιν τοῖς παραπτώμασιν αὐτῶν· καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν, λέγει Κύριος.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων

Υἱὲ ἀνθρώπου, γῆ ἣ ἂν ἁμάρτῃ μοι τοῦ παραπεσεῖν παράπτωμα, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπʼ αὐτὴν καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου, καὶ ἐξαποστελῶ ἐπʼ αὐτὴν λιμὸν καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτήνη.

καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε καὶ Δανιὴλ καὶ [*](AQ)[*](4 αυτω] improb vid Aᵃ? ἐν] + αυτοις Q 5 πλαγιασῃ] μη δια- στρεψωσιν A εθυμημασιν Q* (ενθ. Qa) 6 εις] προς AQ Κυριος] + ο θς A επιστρεψατε τα προσωπα υμων] επιστραφητε προς με A 7 om εκ 2⁰ A προσηλυτων] προσlηλ. Β* προση| λ. Bᵃ εν τω Ισραηλ] προσκει- μενων εν Ιηι A αν απαλλοτριωθη] εαν απηλλοτριωθη A θηται] θη AQ 8 θησομαι] θησω A επιγνωσεσθε] επιγνωσθησεσθε Bᵃᵇ (επιγνωσεσθαι Β* ᵛiᵈ) 9 bis scr εαν A* (ras 2⁰ A) πλανηση] πλανηθη AQ λαληση] + (sub οι γʼ) λογον Q πεπλανηκα] επλανησα A 10 λημφονται (ληψ. Qa)] λημψομαι (ομαι sup ras) A ουτων] αυτου A κατα 1⁰] pr και Qmg om του επερωτωντος και κατα το αδικημα Q 11 του Ισραηλ] om του A πασι Qa Κυριος] pr αδωναι Aᵃ?Q 13 η αν] εαν A παραπτωματι AQmg αυτης 1⁰] pr απ Α εξ] απ A κτηνη] κτητος Q )

409
Ἰὼβ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται, λέγει Κύριος.

ἑὰν [*](Β) καὶ θηρία πονηρὰ ἐπάγω ἐπὶ τὴν γῆν καὶ τιμωρήσομαι αὐτήν, καὶ ἔσται εἰς ἀφανισμόν, καὶ οὐκ ἔσται ὁ διοδεύων ἀπὸ προσώπου τῶν θηρίων,