Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὡς ὄρασις λίθου σαπφείρου, ὁμοίωμα θρόνου ἐπʼ αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν.

καὶ ἴδον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάναω, καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω ἴδον ὡς ὄρασιν πυρός, καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ.

ὡς ὅρασις τόξου, ὅτου ᾐ ἐν τῇ νεφέλῃ ἐν ἡμέραις ὑετοῦ, οὕτως ἡ στάσις τοῦ φέγγους κυκλόθεν.

Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου· καὶ ἴδον, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἤκουσα φωνὴν λαλοῦντος, (1) καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, στῆθι ἐπὶ τοὺς πόδας σου, καὶ λαλήσω πρὸς σέ

καὶ ἤλθεν ἐπʼ ἐμέ πνεῦμα, καὶ ἀνέλαβέν με καὶ ἐξῆρέν με καὶ ἔστησέν με ἐπὶ τοὺς πόδας μου, καὶ ἤκουον αὐτοῦ λαλοῦντος πρὸς μέ,

καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, ἐξαποστέλλω ἐγὼ σέ πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ, τοὺς παραπικραίνοντάς με, οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας,