Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐν μέσῳ τῶν ζήων θρασις ὡς ἀνθράκων πυρὸς καιομέναον, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀνὰ μέσον τῶν ζᾠων καὶ φέγγος τοῦ πυρός, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστραπή.

καὶ ἵδον, καὶ ἰδοὺ τροχὸς εἰς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζήων τοῖς τέσσαρσιν.

καὶ τὸ εἶδος τῶν τροχῶν ὡς εἶδος θαρσείς, καὶ ὁμοίωμα ἕν τοῖς τέσσαρσιν· καὶ τὸ ἔργον αὐτῶν ἦν καθὸς ἂν εἴη τροχὸς ἐν τροχῷ·

ἐπὶ τὰ τέσσερα μέρη αὐτῶν ἐπορεύοντο. οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά,

οὸδʼ οἱ νώτοι αὐτῶν, καὶ ὕψος ἤν αὐτοῖς· καὶ ἴδον αὐτά, καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν.

καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῷα, ἐπορεύοντο οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῷα ἀπὸ τῆς γῆς, ἐξήροντο οἱ τροχοί.