Threni seu Lamentationes

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

    Κὼφ.

  1. Ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐπληρώθησαν αἱ ἡμέραι ἡμῶν, πάρεστιν
  2. ὁ καιρὸς ἡμῶν·
  3. κοῦφοι ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπέρ ἀετοὺς οὐρανοῦ,
  4. ἐπὶ τῶν ὀρέων ἐξέπτησαν, ἐν ἐρήμῳ ἐνήδρευσαν ἡμᾶς.

    'Ρήχς.

  1. Πνεῦμα προσώπου ἡμῶν χριστὸς Κύριος συνελήμφθη ἐν ταῖς
  2. διαφθοραῖς αὐτῶν,
  3. οὖ εἶπαμεν Ἐν τῇ σκιῷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν.

    Χσέν.

  1. Χαῖρε καὶ εὐφραίνου, θύγατερ Ἰδουμαίας ἡ κατοικοῦσα ἐπὶ γῆς.
  2. καί γε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον Κυρίου, μεθυσθήσῃ
  3. καὶ ἀποχεεῖς.

    θαύ

  1. Ἐξέλιπεν ἡ ἀνομία σου, θύγατερ Σειών,
  2. οὐ προσθήσει ἀποικίσαι σε.
  3. ἐπεσκέψατο ἀνομίας σου, θυγάτηρ Ἐδώμ,
  4. ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου.
  1. Μνήσθητι, Κύριε, ὅ τι ἐγενήθη ἡμῖν,
  2. ἐπίκκβλεψον καὶ ἴδε τὸν ὀνειδισμὸν ἡμῶν.
[*](AQ)[*](17 φη] αιν Q* (φη Qᵃ) εξελειπον A βοηθιαν A 18 τιαδη] σαδη BaAQ | πορευεσθαι] παραπορευεσθαι A πλατιαις A 19 ο καιρος (2⁰)] το περας Q εξεπτησαν] εξηφθησαν AQ* [εξηφθη]μεν Qᵐᵍ εν ερημω] επι των ορεων A 20 ρηχς] ῥῆς AQ ουτων] ημων Q | ου] οι A εθνεσι Qᵃ 21 χσεν] κεν AQ θυγατηρ Q Ιουμαιας A* (Ι.δ A¹) γος] pr της AQ τὸ ποτήριον] 0om το AQ (hab Qmg) μεθυσθηση] pr και AQ 22 εξελειπεν A θυγατερ] θυγατηρ Q Σιων AQ προσθησει] + ετι AQ ανομας] αδικιαν A θυγατηρ] θυγατερ AQ ασεβηματα] αμαρτηματα Qᵐᵍ)
377
  1. κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις,
  2. [*](B)
  3. οἱ οἶκοι ἡμῶν ξένοις.
  1. ὀρφανοὶ ἐγενήθημεν, οὐχ ὑπάρχει πατήρ,
  2. μητέρες ἡμῶν ὡς αἱ χῆραι.
  1. ἐξ ἡμερῶν ἡμῶν ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν·
  1. ἐπὶ τὸν τράχηλον ἡμῶν ἐδιώχθημεν·
  2. ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν.
  1. Aἶγυπτος ἔδωκεν χείρα.
  2. Ἀσσοὺρ εἰς πλησμονὴν αὐτῶν.
  1. οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν,
  2. ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν.
  1. δοῦλοι ἐκυρίευσαν ἡμῶν,
  2. λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν.
  1. ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν
  2. ἀπὸ προσώπου όομφαίας τῆς ἐρήμου.
  1. τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελιώθη,
  2. συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ.
  1. γυναῖκας ἐν Σειὼν ἐταπείνωσαν,
  2. παρθένους ἐν πόλεσιν Ἰούδα.
  1. ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσθησαν,
  2. πρεσβύτεροι οὐκ ἐδοξάσθησαν.
  1. ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον,
  2. καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησαν.
  1. καὶ πρεσβῦται ἀπὸ πύλης κατέπαυσαν,
  2. ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν,
  1. κατέλυσεν χαρὰ καρδίας ἡμῶν,
  2. ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν,
  1. ἔπεσεν ὁ στέφανος ἡμῶν τῆς κεφαλῆς.
  2. οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν.