Threni seu Lamentationes

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

    Ἄλεφ.

  1. Πῶς ἐκάθισεν μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν;
  2. ἐγενήθη ὡς χήρα πεπληθυμμένη ἐν ἔθνεσιν,
  3. ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον.

    Ἄλεφ.

  1. Κλαίουσα ἔκλαυσεν ἐν νυκτί, καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν
  2. σιαγόνων αὐτῆς,
  3. καὶ οὐχ ὑπάρχει ὁ παρακαλῶν αὐτὴν ἀπὸ πάντων τῶν
  4. ἀγαπώντων αὐτὴν·
  5. πάντες οἱ φιλοῦντες αὐτὴν ἠθέτησαν ἐν αὐτῇ,
  6. ἐγένοντο αὐτή εἰς ἐχθρούς.