Baruch

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐγὼ δὲ τί δυνατὴ βοηθῆσαι ὑμῖν;

ὁ γὰρ ἐπαγαγὼν τὰ κακὰ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν.

βαδίζετε, τέκνα, βαδίζετε, ἐγὼ γὰρ κατελείφθην ἔρημος.

ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης, ἐνεδυσάμην δὲ σάκκον τῆς δεήσεως μου· κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου.

Ραρρεῖτε, τέκνα, βοήσατε πρὸς τὸν θεόν, καὶ ἐξελεῖται ὑμᾶς ἐκ δυναστείας, ἐκ χειρὸς ἐχθρῶν.

ἐγὼ γὰρ ἥλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν, καὶ ἔλθέν μοι χαρὰ παρὰ τοῦ ἁγίου ἐπὶ τῇ ἐλεημοσύνῃ, ἡ ἤξει ὑμῖν ἐν τάχει παρὰ τοῦ αἰωνίου σωτῆρος ὑμῶν.

ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ πένθους καὶ κλαυθμοῦ, ἀποδώσει δέ μοι ὁ θεὸς ὑμᾶς μετά χαρμοσύνης καὶ εὐφροσύνης εἰς τὸν αἰῶνα.

ἅσπερ γὰρ νῦν ἑωράκασιν αἱ πάροικοι Σειὼν τὴν ὑμετέραν αἰχμαλωσίαν, οὕτως ὄψονται ἐν τάχει τὴν παρὰ τοῦ θεοῦ ὑμῶν σωτηρίαν, ἡ ἐπελεύσεται ὑμῖν μετὰ δόξης μεγάλης καὶ λαμπρότητος τοῦ αἰωνίου.

τέκνα, μακροθυμήσατε τὴν παρὰ τοῦ θεοῦ ἐπελθοῦσαν ὑμῖν ὀργήν· κατεδίωξέν σε ὁ ἐχθρός, καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει, καὶ ἐπὶ τραχήλους αὐτῶν ἐπιβήσῃ.

οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας, ρθησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχθρῶν.