Baruch

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὅτι σὺ Κύριος ὁ θεὸς ἡμῶν, καὶ αἰνέσομέν σε, Κύριε.

ὅτι διὰ τοῦτο ἔδωκας τὸν φόβον σου ἐπὶ καρδίαν ἡμῶν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομά σου· καὶ αἰνέσομέν σε ἐν τῇ ἀποικίᾳ ἡμῶν, ὅτι ἀπεστρέψαμεν ἀπὸ καρδίας ἡμῶν πᾶσαν ἀδικίαν πατέρων ἡμῶν τῶν ἡμαρτηκότων ἐναντίον σου.

δοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ εἰς ὀνειδισμὸν καὶ εἰς ἀρὰν καὶ εἰς ὄφλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμῶν, οἵ ἀπέστησαν ἀπὸ Κυρίου θεοῦ ἡμῶν.

Ἄκουε, Ἰσραήλ, ἐντολὰς ζωῆς, ἐνωτίσασθε γνῶναι φρόνησιν.

[*](30 λαος] pr ο Q εστι Qa 32 αινεσουσι Qa 33 αποστρεψουσιν] AQ επιστρεψουσιν A του νωτου] om του A πονηρων] pr των A μνησθησομαι Q πατρρων] pr των Q αμαρτανοντων A εναντιον Q 34 σμικρυνθωσιν] μικρυνθ. B*ᵛiᵈ -σι Qᵃ III 1 κεκραγεν] εκεκραξε A 2 ελεησον] + οτι θς ελεημων ει και ελεησον AQᵐᵍ 3 om συ A (hab Aᵃ?) 4 σμαρτοντων Qᵃ σου 2⁰] om A κυ Q εκολληθη] προσεκολληθη A 7 om και 1⁰ AQ | επικαλεισθαι] pr του A) απο καρδιας] επι καρδιαν BᵃᵇAQ 8 τας αδικιας] om τας AQ πατερων] pr των Q )
356
[*](Β)

τί ἐστιν Ἰσραήλ; τί ὅτι ἐν γῆ τῶν ἐχθρῶν εἶ; ἐπαλαιώθης ἐν γῇ ἀλλοτρίᾳ, συνεμιάνθης τοῖς νεκροῖς,

προσελογίσθης μετὰ τῶν εἰς [*](§ Γ) ἅδου,

ἐνκατέλιπες § τὴν πηγὴν τῆς σοφίας.

τῆ ὁδῷ τοῦ θεοῦ εἰ ἐπορεύθης, κατήκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα.

μάθε ποῦ ἐστιν φρόνησις, ποῦ ἐστιν ἰσχύς, ποῦ ἐστιν σύνεσις, τοῦ γνῶναι ἄμα ποῦ ἐστιν μακροβίωσις καὶ ζωή, ποῦ ἐστιν φῶς ὀφθαλμῶν καὶ εἰρήνη.

τίς εὗρεν τὸν τόπον αὐτῆς, καὶ τίς εἰσῆλθεν εἰς τοὺς θησαυροὺς αὐτῆς;

χοῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς;

οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες, καὶ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον ᾧ ἐπεποίθεισαν ἄνθρωποι, καὶ οὐκ ἔστιν τέλος τῆς κτήσεως αὐτῶν.

ὅτι οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνῶντες, καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν.

ἠφανίσθησαν καὶ εἰς ἄδου κατέβησαν, καὶ ἄλλοι ἀντανέστησαν ἀντʼ αὐτῶν.

υεώτεροι ἴδον φῶς καὶ κατήκησαν ἐπὶ τῆς γῆς, ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν

οὐδὲ συνῆκαν τρίβους αὐτῆς οὐδὲ ἀντελάβοντο αὐτῆς· οἱ υἱοὶ αὐτῶν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τπόρρω ἐγενήθησαν,

οὐδὲ ἠκούσθη ἐν Χαναὰν οὐδὲ ὄφθη ἐν οἰμᾶν.

οἵ τε υἱοὶ Ἅγαρ οἱ ἐκζητοῦντες τὴν σύνεσιν οἱ ἐπὶ γῆς, οἱ ἔμποροι τῆς Μερρὰν καὶ Θαιμάν, καὶ οἱ μυθολόγοι καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως, ὁδὸν δὲ σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς.

Ὠ Ἰσραήλ, ὡς μέγας ὁ οἶκος τοῦ θεοῦ, καὶ ἐπιμήκης ὁ τόπος τῆς κτήσεως αὐτοῦ·

μέγας καὶ οὐκ ἔχει τελευτήν, ὑψηλὸς καὶ ἀμέτρητος.