Baruch

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐκάλεσεν αὐτούς, καὶ εἶπον Πάρεσμεν· ἔλαμψαν μετʼ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς.

οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.

ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης. καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένα ὑπʼ αὐτοῦ.

μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη.

Αὕτη ἡ βίβλος τῶν προσταγμάτων τοῦ θεοῦ, καὶ ὁ νόμος ὁ ὑπάρχααον εἰς τὸν αἰώνα· πάντες οἵ κρατοῦντες αὐτὴν, εἰς ζωήν· οἱ δὲ καταλείποντες αὐτὴν ἀποθανοῦνται.

ἐπιστρέφου, Ἰακώβ, καὶ ἐπιλαβοῦ αὐτῆς, διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς.

μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ.

μακάριοί ἐσμεν, Ἰσραήλ, ὅτι τὰ ἀρεστὰ τοῦ θεοῦ ἡμῖν γνωστά ἐστιν.

Ραρσεῖτε, λαός μου, μνημόσυνον Ἰσραήλ.

ἐπράθητε τοῖς ἔθνεσιν οὐκ εἰς ἀπώλειαν, διὰ δὲ τὸ παροργίσαι ὑμᾶς τὸν θεόν, παρεδόθητε τοῖς ὑπεναντίοις.