Baruch

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

οὐδὲ συνῆκαν τρίβους αὐτῆς οὐδὲ ἀντελάβοντο αὐτῆς· οἱ υἱοὶ αὐτῶν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τπόρρω ἐγενήθησαν,

οὐδὲ ἠκούσθη ἐν Χαναὰν οὐδὲ ὄφθη ἐν οἰμᾶν.

οἵ τε υἱοὶ Ἅγαρ οἱ ἐκζητοῦντες τὴν σύνεσιν οἱ ἐπὶ γῆς, οἱ ἔμποροι τῆς Μερρὰν καὶ Θαιμάν, καὶ οἱ μυθολόγοι καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως, ὁδὸν δὲ σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς.

Ὠ Ἰσραήλ, ὡς μέγας ὁ οἶκος τοῦ θεοῦ, καὶ ἐπιμήκης ὁ τόπος τῆς κτήσεως αὐτοῦ·

μέγας καὶ οὐκ ἔχει τελευτήν, ὑψηλὸς καὶ ἀμέτρητος.

ἐκεῖ ἐγεννήθησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ ἀπʼ ἀρχῆς γενόμενοι, εὐμεγέθεις, ἐπιστάμενοι πόλεμον.

οὐ τούτους ἐξελέξατο ὁ θεός, οὐδὲ 6δὸν ἐπιστήμης ἔδωκεν αὐτοῖς·

καὶ ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν φρόνησιν, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν.

τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτήν, καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν;

τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτήν, καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ;

οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς.

ἄλλο ὁ εἰδὸς τὰ πάντα γινώσκει αὐτήν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· ὁ κατασκευάσας [*](AQΓ)[*](10 om τι 2⁰ AQ γη 1⁰] pr τη A 12 εγκατελιπες Bᵇ εγκατε- λειπες A 13 αιωνα] +χρπνον AQΓ 14 εστιν 5⁰] εστι Qᵃ 15 ευρε Γ 19 αντανεστη sup ras A (se ras 1 lit) 20 ειδον Bᵃᵇ κατοικησαν QΓ om δε Γ 21 ουτων 2⁰] αυτω A ( τῶν Aᵃ) 23 οι τε ουτε A ουτε οι Q γης] pr της AQ om δε A σοφιας] pr της AΓ 25 εχε Q* 26 εγενηθησαν AQ απ αρκης] pr οι AQΓ 28 αβου- λειαν η* 31 γινωσκον Γ* ( σκων ⁽ᵛiᵈ) 32 αλλα] αλλ AQᵃ | ο ιδως Β* (ο ειδως Bᵃᵇ) )

357
τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων·

[*](B)

ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτό, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ·

οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ εὐφράνθησαν·

ἐκάλεσεν αὐτούς, καὶ εἶπον Πάρεσμεν· ἔλαμψαν μετʼ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς.

οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.

ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης. καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένα ὑπʼ αὐτοῦ.

μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη.