Baruch

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

χοῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς;

οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες, καὶ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον ᾧ ἐπεποίθεισαν ἄνθρωποι, καὶ οὐκ ἔστιν τέλος τῆς κτήσεως αὐτῶν.

ὅτι οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνῶντες, καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν.

ἠφανίσθησαν καὶ εἰς ἄδου κατέβησαν, καὶ ἄλλοι ἀντανέστησαν ἀντʼ αὐτῶν.

υεώτεροι ἴδον φῶς καὶ κατήκησαν ἐπὶ τῆς γῆς, ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν

οὐδὲ συνῆκαν τρίβους αὐτῆς οὐδὲ ἀντελάβοντο αὐτῆς· οἱ υἱοὶ αὐτῶν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τπόρρω ἐγενήθησαν,

οὐδὲ ἠκούσθη ἐν Χαναὰν οὐδὲ ὄφθη ἐν οἰμᾶν.

οἵ τε υἱοὶ Ἅγαρ οἱ ἐκζητοῦντες τὴν σύνεσιν οἱ ἐπὶ γῆς, οἱ ἔμποροι τῆς Μερρὰν καὶ Θαιμάν, καὶ οἱ μυθολόγοι καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως, ὁδὸν δὲ σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς.

Ὠ Ἰσραήλ, ὡς μέγας ὁ οἶκος τοῦ θεοῦ, καὶ ἐπιμήκης ὁ τόπος τῆς κτήσεως αὐτοῦ·

μέγας καὶ οὐκ ἔχει τελευτήν, ὑψηλὸς καὶ ἀμέτρητος.

ἐκεῖ ἐγεννήθησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ ἀπʼ ἀρχῆς γενόμενοι, εὐμεγέθεις, ἐπιστάμενοι πόλεμον.

οὐ τούτους ἐξελέξατο ὁ θεός, οὐδὲ 6δὸν ἐπιστήμης ἔδωκεν αὐτοῖς·

καὶ ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν φρόνησιν, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν.

τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτήν, καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν;

τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτήν, καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ;