Baruch

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἔστησεν Κύριος τὸν κόγον αὐτοῦ ὃν ἐλάλησεν ἐφʼ ἡμᾶς καὶ ἐπὶ τοὺς δικαστὰς ἡμῶν τοὺς δικάσαντας τὺν Ἰσραὴλ κιὶ ἐπὶ τοὺς βασιλεῖς ἡμῶν κιὶ ἐπὶ τοὺς ἄρχοντας [*](ΑQΓ)[*](11 ουτων| αυτου A 12 φωτισῃ A 13 προς] incep περ Q (προς Q (vid) | τον θεον] om τον A | ημων 2⁰] υμων A | τω κυριω] om τω A 14 υμας] ημας A | ημερα] ημεραις AQ 15 αισχυνη] pr η AQ 17 εναν· τιον AQ 18 θεου] pr του QᵐᵍΓ | τοις προσταγμασιν]| pr εν A | Κυριου 2°] pr αυτου Q 19 εσχεδιασαμεν A 20 τω Μωυση] om τω A | παιδια B (παιδι B?) | εξηγαγεν] + κς Q ημων] + εκ γης Αιγυπτου Bᵃᵇᵐᵍ λQΓ δουναι] pr του Γ | αυτη] ταυτη A 21 Κυριου του θεου] κυ θυ A του κυ θυ Q κατα] και Γ] ων] ους A 22 ωχομεθα] ηυχομεθα Q* (ωχ. Q) αυτου] ημω| A θεου] pr του Q II 1 τον Ισραηλ] τ[ο]ν [οικον] Ισλ Γ fort )

353
ἡμῶν καὶ ἐπὶ ἄνθρωπον Ἰσραὴλ καὶ Ἰούδα.

οὐκ ἐποιήθη ὑποκάτω [*](B) παντὸς τοῦ οὐρανοῦ καθὰ ἐποίησεν ἐν Ἰερουσαλήμ, κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ,

τοῦ φαγεῖν ἡμᾶς ἄνθρωπον σάρκας υἱοῦ αὐτοῦ καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὐτοῦ,

καὶ ἔδωκεν αὐτοὺς [*](¶ Γ) ὑποχειρίους πάσαις ταῖς βασιλείαις ταῖς κύκλῳ ἡμῶν, εἰς ὀνειδισμὸν Κύριος ἐκεῖ.

καὶ ἐγενήθησαν ὑποκάτω καὶ οὐκ ἐπάνω, ὅτι ἡμάρτομεν Κυρίῳ θεῷ ἡμῶν, πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ.

Τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ καὶ τοῖς πατράσιν ἡμῶν ἡ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη.

ἅ ἐλάλησεν Κύριος ἐφʼ ἡμᾶς, πάντα τὰ κακὰ ταῦτα ἃ ἥλθεν ἐφʼ ἡμᾶς.

καὶ οὐκ ἐδεἡθημεν τοῦ προσώπου Κυρίου τοῦ ἀποστρέψαι ἕκαστον ἀπὸ τῶν νοημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς.

καὶ ἐγρηγόρησεν Κύριος ἐπὶ τοῖς κακοῖς, καὶ ἐπήγαγε Κύριος ἐφʼ ἡμᾶς, ὅτι δίκαιος ὁ κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ ἄ ἐνετείλατο ἡμῖν.

καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ, πορεύεσθαι τοῖς προστάγμασιν Κυρίου οἰς ἔδωκεν κατὰ πρόσαωπον ἡμῶν.

Καὶ νῦν, Κύριε ὁ θεὸς Ἰσραήλ, ὸς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιῷ, ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν δυνάμει μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη,

ἡμάρτομεν, ἡσεββήσαμεν, ἠδικήσαμεν, Κύριε ὁ θεὸς ἡμῶν, ἐπὶ πᾶσιν τοῖς δικαιώμασίν σου.

ἀποστραφήτω ὁ θυμός σου ἀφʼ ἡμῶν, ὅτι κατελείφθημεν ὀλίγοι ἐν τοῖς ἔθνεσιν οὄ διέσπειρας ἡμᾶς ἐκεῖ

εἰσάκουσον, Κύριε, τῆς προσευχῆς ἡμῶν καὶ τῆς δεήσεως ἡμῶν, καὶ ἐξελοῦ ἡμᾶς ἕνεκεν σοῦ καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς,

ἴνα γνῷ πᾶσα ἡ γῆ ὅτι σὺ Κύριος ὁ θεὸς ἡμῶν, ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸ γένος αὐτοῦ.

Κύριε, κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ ἐννόησον εἰς ἡμᾶς· κλῖνον, Κύριε, τὸ οὗς σου καὶ ἄκουσον.

ἄνοιξον ὀφθαλμούς σου καὶ ἴδε ὅτι οὐχ οἱ τεθνηκότες [*]( Ιουδα] + του αγαγειν (αναγαγειν Q* εφ ημας κακα μεγαλα AQ (sub ?? AQΓ θʼ Qᵇᵍ) Γ 2 ουκ] pr α ΑQΓ εποιηθη]| Ιεlποιηlσε]ν. Γ vid εποιησεν] εποιηθη AQΓ Μωυση] Μωσεζως Γ 3 υιοῦ] υιων A σαρκος (2⁰) Γ 4 αβατον (αναβ. Q*)] pr εις AQ πασιν A κυκλω 2⁰] + ημων AQ 5 Κυ ριω θεω] τω κω θω A κω τω θω Q 7 om α 2⁰ Q 8 αυτων] αυτου A 9 και 2⁰] οις Qmg επηγαγεν AQ ο κυριος] om ο A 11 om και νυν A |εν 2⁰] pr και AQ τερασι Qa 12 πασι Qα δικαιωμασι Qᵃ 13 aπο- στραφητω] + δη AQ 14 σου] pr του ονοματος AQᵐᵍ 15 συ] + ει Q επε- κληθη] επικεκληται AQ 16 om εις A Κυριε 2⁰] κς B ακουσον] εισακουσον A 17 ανοιξον] pr και A + κε AQ οφθαλμους] pr τους A τεθνεωτες A)

354
[*](B) ἐν τῷ ᾅδῃ, ὧν ἐλήμφθη τὸ πνεῦμα αὐτῶν ἀπὸ τῶν σπλάγχνοων αὐτῶν, δώσουσιν δόξαν καὶ δικαίωμα τῷ κυρίῳ·

ἀλλὰ ἡ ψυχὴ αὐτοῦ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος, ὃ βαδίζει κύπτον καὶ ἀσθενοῦν, καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες καὶ ἡ ψυχὴ ἡ πεινῶσα δώσουσίν σοι δόξαν καὶ δικαιοσύνην, Κύριε.

ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον κατὰ πρόσωπόν σου, Κύριε ὁ θεὸς ἡμῶν,

ὅτι ἐνῆκας τὸν θυμόν σου καὶ τὴν ὀργήν σου εἰς ἡμᾶς, καθάπερ ἐλάλησας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν